# Expositio in Psalmos 69.1053.1

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1053.1

ἐξώσθη τοῦ εἶναι κλῆρος αὐτοῦ Σεσαγήνευται δὲ διὰ πίστεως τῶν ἐθνῶν ἡ πληθὺς, καὶ ἀνεκομίσθη παρὰ Θεοῦ εἰς τὸ εἶναι σχοίνισμά τε καὶ κλῆρος αὐτοῦ. Καὶ καθ' ἕτερον δὲ τρόπον νοήσεις, ὅτι πρὸς τῇ τῶν ἐθνῶν πληθύϊ, καὶ αὐτὸν ἐσχήκασιν ὑπὸ πόδας τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ αἵματος Ἰακώβ· εἰ γὰρ καὶ μὴ ἅπας πεπίστευκεν Ἰακὼβ, ἀλλ' οὖν ἡ καλλονὴ παντὸς τοῦ λαοῦ δεδράμηκεν εἰς τοῦτο, ἵνα νοῇς τὸ κατάλειμμα. Ἐννοεῖν γὰρ ἀκόλουθον, ὅτι τῆς Ἰουδαίων ἀγέλης οἱ συνετώτεροι πεπιστεύκασιν εἰς Χριστὸν, ἔκ τε νόμου καὶ προφητῶν τὸ περὶ αὐτοῦ συνέντες μυστήριον, καὶ δι' ὧν ἔφη τε ὁμοῦ καὶ τεθαυματούργηκεν ὁ Χριστός. Καὶ γοῦν ὁ μὲν Φίλιππος ἔφη τῷ Ναθαναήλ· «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Εἶτα πρὸς ταῦτα ἐκεῖνος· «Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι;» Ἅμα γὰρ ἀκήκοεν τὴν Ναζαρὲθ, καὶ εἰς ἀρχὰς ἀνεπήδα τῆς ἐπὶ Χριστῷ γνώσεώς τε καὶ ἀκριβείας. Ταύτην εἶναί φαμεν τὴν καλλονὴν Ἰακώβ. Οἱ γὰρ οὕτω διατεθέντες, καθ' ἃ καὶ αὐτὸς ὁ Ναθαναὴλ ὁ ἀληθῶς Ἰσραηλίτης, καὶ ἐν ᾧ δόλος οὐκ ἦν, εἰκότως ἂν λέγοιντο καλλονὴ τοῦ Ἰακὼβ, καὶ δὴ καὶ ἠγαπῆσθαι παρὰ Θεοῦ, οἳ δὴ καὶ ὁμοῦ τούτοις ὑπετάχθησαν τοῖς ἁγίοις μυσταγωγοῖς. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ Θεῷ ἡμῶν, κ.τ.λ. (I f. 252 b) Συγχορευτὰς ἀποφαίνουσιν τῶν ἐν οὐρανοῖς ἁγίων ἀγγέλων τοὺς ἐπὶ τῆς γῆς, καὶ μίαν ὥσπερ ἁρμοσαμένους τὴν λύραν, εὔρυθμόν τε καὶ εὔηχον ἀνακρούειν μέλος, χαίροντας ὅτι τὴν καθ' ἡμᾶς πληρώσας οἰκονομίαν ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἀπαρχή τις ὥσπερ ἀνθρωπότητος γεγονὼς ἀνανεωθείσης εἰς ἀφθαρσίαν· καὶ τοῦτο γὰρ ἐν Χριστῷ πεπλουτήκαμεν. Ψάλατε δὴ οὖν, φησὶ, καὶ ἔτι ψάλατε, καὶ ἀκατάληκτον ποιεῖσθε τὴν ὑμνῳδίαν. Ἀνέβη γὰρ ὁ Θεὸς ἐν ἀλαλαγμῷ, καὶ ὁ Κύριος ἐν φωνῇ σάλπιγγος, οὐχ ἕτερος ὢν ὁ Θεὸς, καὶ ἕτερος Κύριος, ἀλλ' εἷς τε καὶ ὁ αὐτός· ἕψεται γὰρ πάντως τῷ εἶναι Θεὸν ἡ τῆς κυριότητος δόξα, καθάπερ ἀμέλει καὶ τῷ κατὰ φύσιν ὄντι Κυρίῳ, τὸ εἶναι Θεόν. Ἐπειδὴ δὲ καὶ ἀλαλαγμοῦ ποιεῖται μνήμην καὶ σάλπιγγος φωνῆς, εἰς ἐννοίας ἄνιμεν τοιαύτας οἱ τὰ Χριστοῦ φρονοῦντες καὶ λέγοντες. Ἀνέβη μὲν γὰρ ἐν τοῖς οὐρανοῖς νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, ἀλλ' ἦν τοῖς ἐν οὐρανῷ πνεύμασιν θέαμα ξένον θεοπρεπεῖ δόξῃ διαπρέπων ἄνθρωπος, καὶ ἐν ὑπεροχαῖς ὁρώμενος ταῖς ἐπέκεινα λόγου. Ἦν οὖν ἀναγκαῖον μυσταγωγεῖσθαι παρὰ τοῦ ἁγίου Πνεύματος τὰς ἄνω δυνάμεις, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος. Ταύτῃτοι καὶ προσέταττεν αὐτοῖς αἴρειν τε τὰς ἄνω πύλας, καὶ μὴν τὸ εἰδέναι σαφῶς, τὸν ἐν εἴδει τῷ καθ' ἡμᾶς ἀναφοιτῶντα Θεὸν εἰς τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν καὶ οὐσιωδῶς ἐνυπάρχουσαν δόξαν Ἔφασκε γὰρ, ὅτι «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.» Ἐρομένων δὲ τῶν ἄνω

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
