# Expositio in Psalmos 69.1060

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1060

ρίως, ἅτε δὴ καὶ ἐκ μεγάλου γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ, ὅτι «Ὁ Πατὴρ ὃς δέδωκέν μοι, πάντων μείζων ἐστίν.» Εἰ γὰρ κεχώρηκεν καθ' ἑτέρων ἡ κλῆσις, καί τινες εἴρηνται μεγάλοι καὶ τῶν ἐν οὐρανοῖς πνευμάτων, καὶ τῶν ἐπὶ γῆς, ἀλλ' οὖν κατὰ μέθεξιν καὶ μίμησιν τοῦ κυρίως τε καὶ ἀληθῶς καὶ φύσει μεγάλου, κεκερδάκασι καὶ αὐτοὶ τὴν ἐπωνυμίαν. Οὐκέτι ἐπὶ τὴν Ἰουδαίαν μόνον μέγας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον, ἤγουν τὴν Ἐκκλησίαν διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. (A f. 265 b. B f. 181, I f. 256 b, L f. 125, b) Καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Οὕτω δὴ αὐτὸν ἑτέρωθί που κατωνόμασε λέγων ὁ θεσπέσιος Δαβίδ· «Τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» [Εὐφρο]σύνη γὰρ καὶ ἀγαλλίαμα, καὶ τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἀνὰ πᾶσάν ἐστιν τὴν γῆν Χριστὸς, πᾶσαν ἡμῖν κατήφειαν ἐξιστὰς, καὶ περιστέλλων τὸ δάκρυον, κατά γε τὴν Ἡσαΐου φωνήν. Ἔφη γὰρ, ὅτι «Κατέπινεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Καὶ ὅπως ἀγαλλίαμα τυγχάνει πάσης τῆς γῆς, σαφῶς εἴρηται. (I f. 257) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ὁ νόμος ὁ διὰ Μωσέως ἀμνὸν ἐκέλευε σφάζεσθαι ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν, ὑποδηλοῦντος τοῦ τύπου ὅτι ... γῆν ὁ Χριστὸς εἰς τὰ βόῤῥεια τῆς οἰκουμένης τετράψεται μέρη, καὶ ἐπ' αὐτὰ χωρήσει λοιπὸν, καὶ αὐτοῖς χαριεῖται τὴν ἐποπτείαν, κατά γε τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.» Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. (I f. 259 b, L f. 126) Νοήσεις δὲ καὶ οὕτως. Βάρεις ὠνομάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων, οἵπερ ἂν εἶεν ἐν τειχῶν περιβολαῖς. Οὐδὲν οὖν ἄρα ἀπεικὸς, ἅτε δὴ πόλεως ἅπαξ τῆς Ἐκκλησίας ὠνομασμένης, βάρεις αὐτῆς εἶναι λέγειν τοὺς ἁγίους ἀποστόλους, ἤγουν τοὺς καθάπαξ κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλους καὶ μυσταγωγούς. Οὗτοι πύργων δίκην ὑπερανεστήκασιν τῶν ἄλλων, καὶ εἰσὶν ἐπισημότεροι, καὶ οἷον ἔρεισμα τοῦ παντὸς τῆς Ἐκκλησίας σώματος. Ἐν ταύταις δὴ οὖν ταῖς βάρεσιν, πᾶς ὅστις ἐστὶν εἰς εὐσθένειαν, ἐπιγινώσκεται Χριστὸς, ὅταν ἀντιλαμβάνηται αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας .... ἀνωτάτω διανέμων

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
