# Expositio in Psalmos 69.1065

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1065

ρουσαλὴμ νοηθεῖεν ἂν αἱ περὶ αὐτήν τε καὶ ὑπ' αὐτὴν κείμεναι πόλεις. Νοήσεις δὲ καὶ οὕτως· Ὄρος μὲν Σιὼν τὴν Ἐκκλησίαν λέγων Χριστοῦ· θυγατέρας δὲ αὐτῆς, τὰς ἐν αὐτῇ τεθραμμένας τῶν ἁγίων ψυχὰς, ἤτοι τῆς Ἐκκλησίας τέκνα, τῆς τὴν ἐν πνεύματι λαχούσης περιτομὴν, ἣ καὶ ἀμείνων ἐστὶ τῆς πρώτης καὶ ἀληθεστέρα. Σκιὰ γὰρ ἦν νόμος, ἀλήθεια δὲ Χριστὸς, καὶ τὰ δι' αὐτοῦ. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. (E f. 86 b. Κυρίλλου καὶ Εὐσεβίου.) Τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ ταῖς θείαις δυνάμεσι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ φρουρῆσαι, ὥστε πανταχόθεν αὐτὴν περιλαβεῖν καὶ φυλάττειν. Ἀντὶ δὲ τοῦ περιλάβετε, Περιτειχίσατε εἶπεν ὁ Σύμμαχος· ἀντὶ δὲ τοῦ διηγήσασθε, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, τοὺς πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος, Ἀριθμήσατε. (B f. 183 b, I f. 264.) Ἐπιβαλεῖς καὶ οὕτως· Χοροῦ κελεύει πλάττεσθαι σχῆμα, καὶ οἷον ἐχούσας μέσην ὡς μητέρα τὴν Σιὼν τὰς ἁγίας αὐτῆς θυγατέρας λέγειν εἰς εὐφημίαν Χριστοῦ. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς.» Βάρεις μὲν οὖν, ἤτοι πύργους τῆς Ἐκκλησίας, τοὺς ἁγίους εἶναί φαμεν ἀποστόλους τε καὶ εὐαγγελιστάς. Διηγούμεθά γε μὴν ἐν αὐτοῖς ἀποστοματίζοντες, καὶ ταῖς αὐτῶν κεχρημένοι φωναῖς καὶ ἀκραιφνέσι μυσταγωγίαις, ἵν' ὦμεν, κατὰ τὸ εἰρημένον, ὡς Περιστεραὶ μελετητικαί. Μεμνήμεθα δὲ καὶ προφήτου λέγοντος· «Λάβετε μεθ' ἑαυτῶν λόγους,» τοὺς ἐξ ἁγίου Πνεύματος δηλονότι, δι' ὧν ἔστι μαθεῖν τὸ Χριστοῦ μυστήριον. Χρῆμα γὰρ ὄντως σωτήριον τὸ μεμνῆσθαι Θεοῦ, καὶ ἐπὶ γλώττης ἔχειν τὰ εἰς δό.... Καὶ ἑτέρωθί πού φησιν ὁ Ψάλλων· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου.» Ἔτι γε μὴν ἐπιφωνεῖ τὸ Πνεῦμα σαφῶς τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, ἀνευρύνειν εὖ μάλα τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ ἀκριβῶς κατασκέπτεσθαι τῆς Ἐκκλησίας τὸν Λυτρωτὴν, ὅς ἐστιν Χριστὸς Ἰησοῦς. Πᾶσα γὰρ ἡμῶν ἡ δύναμις αὐτός τε καὶ ἐν αὐτῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς ὅτι, «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὀψόμεθα δὲ Χριστὸν μάλιστα μὲν ὡς ἀπό γε ἀοράτου καὶ ὁρατῆς κτίσεως (καὶ γάρ ἐστι τῶν ὅλων δημιουργὸς, Θεὸς ὢν καὶ Κύριος καὶ σύνθρονος τῷ γεννήσαντι Πατρὶ, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρόν. Καθεῖλεν γὰρ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, σέσωκε τὴν ὑπ' οὐρανὸν, δικαιώσας τῇ πίστει τοὺς πεπλανημένους, καὶ καλέσας εἰς υἱοθεσίαν τοὺς ἀπ' ἐσχάτου τῆς γῆς, τοῦτο μὲν πανσόφοις μυσταγωγίαις, τοῦτο δὲ καὶ παραδόξοις θεοσημείαις, δι' ὧν ἦν δύνασθαι κατιδεῖν ὅσος .. οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρός. Ὅπου δὲ ἰσχύος ἰσότης ἀπαραλλάκτως ὁρᾶται, ἐκεῖ δὲ πάντως ἂν εἴη καὶ ἡ τῆς οὐσίας ταυτότης.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
