# Expositio in Psalmos 69.1068

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1068

(A f. 266, B f. 184 b.) Βάρεις δὲ πάλιν ὠνομάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων· εἶεν δὲ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως, οἱ ἐν αὐτῇ ὑπερέχοντες, ἐν οἷς γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐτοὺς ἐκ τῶν πειρασμῶν. Τούτοις ἡμεῖς οἱ μετ' ἐκείνους μυσταγωγοὶ μονονουχὶ μεριζόμεθα, τὰ παρ' αὐτῶν ὀρθῶς τε καὶ ἀπλανῶς εἰρημένα δεχόμενοι πρὸς βεβαίωσιν ὧν ἂν ποιώμεθα λόγων, τοῖς τῆς ἀληθείας δόγμασι συναγορεύειν ἐθέλοντες, ἤγουν τοῖς ὑπὸ χεῖρα λαοῖς ὑφήγησιν ἐξυφαίνοντες ἠθικήν. Διηγούμεθα δὲ ταῦτα καὶ εἰς γενεὰν ἑτέραν παραπεμπομένης ἀεὶ τῆς μυσταγωγίας καὶ τοῖς μεθ' ἡμᾶς. Ἰσχυρίζεται δὲ τῶν μυσταγωγούντων ὁ λόγος, ἀεί τε καὶ ἐν παντὶ καιρῷ, ὅτι Θεὸς ὢν οὐ πεπαύσεται, βασιλεύσει δὲ μᾶλλον ἡμῶν διηνεκῶς. ΨΑΛΜΟΣ ΜΗʹ. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορέ. (A f. 269.) Διὰ τοῦ παρόντος ἠθικοῦ ψαλμοῦ τὰ περὶ τοῦ θείου δικαστηρίου τοῖς πᾶσιν ἀνθρώποις κηρύττεται, καὶ ἡ ἡμέρα ἐκείνη καθ' ἣν ἄξει ὁ Θεὸς τὸ ποίημα εἰς κρίσιν. Ἔχοιεν δ' ἂν οἱ υἱοὶ Κορὲ τῶν ἀποστόλων τὸ πρόσωπον τῶν μυσταγωγησάντων τὴν ὑπ' οὐρανόν· ὅθεν δι' ἀκολούθου ἐνταῦθα εἰς πᾶσαν τὴν γῆν διαφοιτᾷ τοῦ λόγου τὸ κήρυγμα· καὶ ὥσπερ ἦν πρὸ τῆς συγχύσεως τῶν γλωσσῶν χεῖλος ἓν πᾶσι καὶ μία φωνὴ, οὕτω καὶ νῦν πάντα ἔθνη καὶ ἡ οἰκουμένη πᾶσα καὶ πάντες ἄνθρωποι μία γίνονται ἀκοὴ καὶ καρδία μία, ἑνὸς τοῖς πᾶσιν ἐνηχοῦντος τοῦ λόγου. Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος, διὰ κύκλου μόλις μακροῦ τοῦ κατὰ τὸ γράμμα μονονουχὶ καὶ ὑποψελίζων ἡμῖν τὸ τῷ Θεῷ δοκοῦν. Στόμα δὲ Μωσέως τὸ εὐφωνότατον ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Καὶ ὁ μὲν νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δὲ Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λῖνον ὅλην σεσαγήνευκε τὴν οἰκουμένην. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν συμβουλεύει· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη,» κ.τ.λ. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. (I f. 267 b.) Ὅμοιον ὡσεὶ λέγοι· Κατείθισμαι μὲν φιλοζητητής τις εἶναι, καὶ ἥδιστα μανθάνω τὰ σκοτεινὰ καὶ ἀσυμφανέστατα τῶν θεωρημάτων. Εἰ δὲ δή τις γένοιτο χρεία καὶ ἀνοῖξαι ταῦτα, τουτέστιν ἐμφανῆ καταστῆσαι τοῖς πολλοῖς, μεθ' ἡδονῆς τοῦτο δρῶ. Οὐ γὰρ ἄχαρις ὁ παρ' ἐμοῦ γενήσεται λόγος, ἀλλ' οἷόν τις ᾠδὴ ψαλτηρίου. Τὸ δὲ πρόβλημα, φησὶν, ἅπερ ἂν πρόθωμαι λαλεῖν. Ἀεὶ δέ πως ἡδονῇ συγκέκραται τῶν ἁγίων ὁ λόγος. Οὕτω γάρ που καὶ ὁ πάνσοφος γράφει Παῦλος, ὅτι «Ὁ λόγος ὑμῶν ἐν χάριτι

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
