# Expositio in Psalmos 69.1077

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1077

τῆς διαθήκης ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ὅτι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Ἐκτήκει γὰρ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, πυρὸς δίκην τὸν τῆς ἁμαρτίας δαπανῶσα συρφετόν. Ὤνησέ γε μὴν τὴν τῶν Ἰουδαίων σκληροκαρδίαν οὐδὲν, ὅτι μὴ προσήκαντο τὴν χάριν. Ταύτῃτοι καὶ διὰ τῆς Ἰερεμίου φωνῆς ἔφη περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· «Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπεν μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Κύκλῳ δὲ αὐτοῦ καταιγίς.» Ὅσοι γὰρ θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. (A f. 281, B f. 192, I f. 276.) Νοήσεις δὲ καὶ οὕτως. Ἑωρᾶτο μὲν γὰρ, ὥς φησιν, Χριστὸς ἐν εἴδει τῷ καθ' ἡμᾶς, τουτέστιν ἄνθρωπος, ἀλλ' ἦν καὶ οὕτως ἐν ἐξουσίᾳ τε καὶ δυνάμει θεότητος· καθάπερ τι πῦρ καὶ καταιγίδα σφοδρὰν ἐπαφιεὶς τοῖς ἀντικειμένοις τοῖς παρ' αὐτοῦ θεσπίσμασιν, καὶ καταφλέγων μὲν πᾶσαν ἰσχὺν διαβολικὴν, δαπανῶν δὲ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Οὕτω γάρ που καὶ ἑτέρωθί φησιν ὁ Ψάλλων πρὸς αὐτὸν περὶ τῶν ἀνθεστηκότων αὐτοῦ τῇ δόξῃ· «Ὁ Θεός μου, θοῦ αὐτοὺς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ καταφλέξει δρυμοὺς, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.» Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. (Ibidem) Ἐνταῦθα δὲ πάλιν τῆς τοῦ Σωτῆρος οἰκονομίας τῆς ἐφ' ἡμῖν γενομένης εὑρήσεις τὸ εὐτεχνές. Πάλαι μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς κτηνοπρεπῆ διαζῶντες βίον διετέλουν, καὶ «μερίδες ἀλωπέκων» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν, κατὰ χώρας τε καὶ πόλεις σέβας ἔχοντες, καὶ θεὸν εἶναι νομίζοντες τὸ ἑκάστῳ δοκοῦν. Ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, ἐνέστραψεν ταῖς ἁπάντων καρδίαις τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πεπλανημένον, κατέδησε τὸ ἠῤῥωστηκός· ἅτε δὴ ποιμὴν ὑπάρχων ἀγαθὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς, ἡγίασε Πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγγελικαῖς, ἐπέστησε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγωγούς. (I f. 276 b.) Προσκαλέσεται τοίνυν, φησὶν, τὸν οὐρανὸν ἄνω, τουτέστιν τοὺς ὅντας ἄνω καὶ ἐν οὐρανοῖς ἁγίους ἀγγέλους, καὶ τὴν γῆν, ἤτοι τοὺς ἐξειλεγμένους ἐν αὐτῇ καὶ προχειρισθέντας εἰς ἀποστολὴν, πρὸς τὸ διακρῖναι τὸν λαὸν αὐτοῦ. Οἱ γὰρ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, τοὺς μὲν πειθηνίους προς-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
