# Expositio in Psalmos 69.1081

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1081

ἄλλων προὔθηκε τὸ σωτήριον κήρυγμα τοῖς ἐξ Ἰσραήλ· ἧσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες. Ἐπειδὴ δὲ γεγόνασι πονηροὶ καὶ ἀμείλικτοι, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, τὴν τοῦ καλοῦντος εἰς σωτηρίαν ἀπεώσαντο χάριν, μεταπεφοίτηκεν δὲ ἀναγκαίως ἐπὶ τὰς ἐθνῶν ἀγέλας, καὶ πᾶσαν ἐκτήσατο τὴν ὑπ' οὐρανόν. Καὶ ταύτης ἕνεκα τῆς ὁσίας ψήφου ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· κριτὴς γάρ ἐστι δίκαιος, ὅσιός τε καὶ ἀγαθός. Ἐδίκασε δὲ καὶ ἑτέρως τοῖς τε ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῷ πονηρῷ καὶ ἀποστάτῃ δράκοντι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· καὶ ἐγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καίτοι φησὶν αὐτός· «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Πῶς οὖν γέγονε κρίσις τοῦ κόσμου τούτου; Κατεψηφίσατο ὡς πλεονεκτοῦντος τοῦ Σατανᾶ καὶ σὺν αὐτῷ τῶν ἀλιτηρίων δαιμόνων· δεδικαίωκε δὲ τοὺς ἐπὶ τῆς γῆς ὡς ἠδικημένους. Ἐνταῦθα κριτὴν σαφῶς οἶδεν ὁ Δαβὶδ τὸν Χριστόν· καὶ ὅτι τὴν κρίσιν πᾶσαν παρὰ τοῦ Πατρὸς ἔλαβεν, οὐκ ἔκρυψεν εἰπὼν, ὅτι Ὁ Θεὸς κριτής ἐστι. Οὕτω δικάσας ἐδοξολογήθη παρὰ τῶν ἄνω καὶ ἐν οὐρανοῖς ἁγίων πνευμάτων, ὡς Θεὸς κριτὴς ὅσιος, καὶ ὀρθότητι τῇ κατὰ πᾶν ὁτιοῦν ἀδεκάστῳ χρώμενος. Διάψαλμα. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ. (I f. 278 b.) Ἀναφανδὸν ἐν τούτοις τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκόμισται, τοὺς ἐν νόμῳ τύπους μεθιστάντος εἰς ἀλήθειαν. Μέχρι γὰρ καιροῦ διορθώσεως τεθεῖσθαί φησιν ὁ πάνσοφος Παῦλος τὴν διὰ Μωσέως ἐντολήν. Ὁ δέ γε τῆς διορθώσεως καιρὸς οὐχ ἕτερος ἦν παρ' ἐκεῖνον καθ' ὃν ἔλαμψεν τοῖς ἐπὶ τῆς γῆς ὁ Χριστὸς ἐναργέστατα λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀνόνητα δὲ οὖν τὰ ἐν τύποις, τῆς ἀληθείας παρούσης· αὐτὴν γὰρ ὠδίνουσιν αἱ σκιαὶ, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν μόρφωσιν ἐν τοῖς τοῦ νόμου γράμμασιν καταθρήσαι τις ἂν, εἴπερ εἴη πνευματικός. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Σωτὴρ τῆς ὑπὲρ νόμον μυσταγωγίας εἰσηγητὴς ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς, ἀναγκαίως διὰ τῆς τοῦ Ψάλλοντος λύρας προσεγγυᾷ καὶ διαμαρτύρεται τοῖς ἐξ Ἰσραὴλ λέγων· «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι.» Ἵνα δὲ μή τις ὑπολάβοι, μὴ τὰ ἀπὸ στόματος Κυρίου μᾶλλον, ἀλλ' ἐκ καρδίας τῆς ἑαυτοῦ τὸν Ψάλλοντα ποιεῖσθαι τοὺς λόγους, προσεπήνεγκεν· «Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ.» Ποῖος οὖν; Ἀγαθὸς, ὁ ἐκ καμίνου σιδηρᾶς ἀπαλλάξας τὸν Ἰσραὴλ τῆς Αἰγυπτίων πλεονεξίας, ὁ τὴν διὰ θαλάττης ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διάφορον. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. (B f. 194 b, I f. 281 b, L f. 132.) Ὡς ἐν ἔθει δὲ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
