# Expositio in Psalmos 69.1084

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1084

ληπτέον τὸ, «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω.» Τὸ γὰρ ἀνέφικτον ὡς ἐφικτὸν ὑποτίθεται, διελέγχων τοὺς ἀνοήτους. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.» Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, κ.τ.λ. (B f. 195.) Ὅτι μὴ τοῖς τῶν εἰδώλων θεραπευταῖς, καὶ τοῖς οὔπω τὸ θεῖον πλουτήσασιν φῶς τὰ τοιάδε προσδιαλέγεται Θεὸς, ἀλλὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, δῆλον ἂν εἴη δήπουθεν. Ποία γὰρ ἦν ὅλως παρ' ἐκείνοις τοῦ θείου νόμου μελέτη, οἳ μηδὲ ὅτι τέθειται διεγνώκασιν; Τίς δὲ παρ' ἐκείνοις ἦν ὁ τὴν θείαν διαθήκην ἀναλαβὼν ἐπὶ στόματος; Ἁμαρτωλὸν οὖν ἄρα φησὶν ἐν τούτοις τὸν ἀπειθῆ καὶ ἀλύτρωτον Ἰουδαῖον τὸν ἔτι δοῦλον τῆς ἁμαρτίας. «Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας.» Οὐ γὰρ ἠλευθέρωσεν αὐτοὺς ὁ Υἱός. [Εἶτα ἐγὼ μὲν ἀνεξικακῶν σεσίγηκα, καὶ οὐχ ὑπήρτησά σοι παραχρῆμα πλημμελοῦντι τὰς δίκας, περιμένων τὴν μετάγνωσιν· ὑπέλαβες δὲ σὺ ὅτι ἔσομαί σοι ὅμοιος, τουτέστιν, ᾠήθης ὅτι οὐκ ἀνεξικακῶν σεσίγηκα μᾶλλον, ἀλλ' ἐπαίνων τὸν σὸν ἀξιώσας βίον, ἢ τάχα που καὶ ἡσθεὶς ἐφ' οἷς ἔδρασας παρὰ νόμον. Ἐλέγξω δὴ οὖν σε, τὴν δίκην ἐπιθεὶς, καὶ τῶν ἐκτόπως βεβιωμένων πραττόμενος λόγους, καὶ οἷον κατὰ πρόσωπόν σου τὴν σὴν ἀνομίαν ἱστὰς, ἵνα σε κολάσῃ τὸ συνειδός· καὶ αὐτὸ συμμαχεῖται τὸ πλημμέλημα τὸ σὸν κατηγοροῦν σου καὶ κατακρίνον· δεινὸν γὰρ εἰς ἐλέγχους τὸ συνειδός.] Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. (B f. 195 b.) Καθήμενοι δὲ καὶ ἐν συνεδρίοις κατελάλουν Χριστοῦ λέγοντες· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῖν καὶ τὸ ἔθνος καὶ τὴν χώραν.» Τότε καὶ τὸ κατ' αὐτοῦ σκάνδαλον ἐτεκτήναντο, καὶ τὴν τοῦ θανάτου πάγην ἐσκεύασαν· προσήγαγον γὰρ Πιλάτῳ καὶ σταυροῦσθαι παρεκάλουν. Εἰ δὲ ἀδελφὸν τῶν Ἰουδαίων καὶ υἱὸν τῆς μητρὸς αὐτῶν ὀνομάζει Χριστὸν, οὐκ ἔξω φέρεται τοῦ καθήκοντος τὸ χρῆμα λόγου. Γέγονεν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων, καὶ υἱὸς ἂν λέγοιτο διὰ τοῦτο τῆς Συναγωγῆς. Καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ. (A f. 286 b, I f. 283 b.) Ἐπιτήρησον γὰρ ὅτι, καίτοι πάλαι δοθέντος τοῦ νόμου, ὡς οὔπω δειχθείσης τῆς ὁδοῦ δι' ἧς ἄν τις ἐλάσαι πρὸς σωτηρίαν, ἐπιδείξειν αὐτὴν ἐπαγγέλλεται. Ἀσυγκρίτως δὴ οὖν ἐν ἀμείνοσι τῶν διὰ Μωσέως τὰ διὰ Χριστοῦ, εἴπερ ἐν αὐτοῖς ἡ τῆς σωτηρίας ὁδὸς, αὐτὸς ἂν νοοῖτο ὁ Χριστὸς, καὶ τὰ δι' αὐτοῦ θεσπίσματα. Ἔφη γοῦν Ἡσαΐας μὲν ὁ θεσπέσιος· [»Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται.» Καὶ πάλιν Ἱερεμίας· «Στῆτε ἐν ταῖς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
