# Expositio in Psalmos 69.1085

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1085

ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὐρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Ἑαυτόν γε μὴν ὁ Σωτὴρ τὴν ὁδὸν ὄντα τὴν σωτήριον ἀπέφηνε, λέγων· «Ἐγώ εἰμι ἡ ὁδός.» Ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητὴς, «Οὐκ ἔστι ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς·» οὕτω καὶ ὁ θεῖος Δαβὶδ αὐτὸν εἶναί φησι τὸ ἀληθὲς καὶ μέγα καθάρσιον.] ΨΑΛΜΟΣ Νʹ. [Ἐπακούσας ὁ Δαβὶδ προφητικοῦ Πνεύματος θεσπίσαντος διὰ τοῦ προλεχθέντος ψαλμοῦ περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ὡς ἔλεγε τῷ ἁμαρτωλῷ· «Εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·» πληγεὶς ἐπὶ τῇ μνήμῃ τῆς κλεψιγάμου μοιχείας, φθάνει τοῦ Θεοῦ τὴν κρίσιν, ὥσπερ στήλην κατηγορίας καθ' ἑαυτοῦ τὸν προκείμενον συνάψας ψαλμόν. Ἐφοβήθη γὰρ ἀκούσας· «Ὡς Θεὸς ἐμφανῶς ἥξει, καὶ τὸ πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.» Διὸ πρὸς τὸν ἔλεον κατέφυγε τοῦ Θεοῦ. Καὶ πάλιν ἀκούσας· «Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον·» εἰς ἔννοιαν ἦλθε τῆς κατ' Οὐρίου σκευωρίας, ἣν περὶ τοῦ δεῖν ἀναιρεθῆναι κατὰ πόλεμον ἔγραψε. Καί φησιν· «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω.» Καὶ πάλιν· «Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός.» Καὶ πάλιν ἀκούσας, «Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου,» φησίν· «Ἀπό[ς]τρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.» Ἦν δὲ πάλιν πυθόμενος· «Οὐ προσδέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους·» πρὸς ὃ ἐπήγαγεν· «Ὅτι εἰ ἐθέλησας θυσίαν, ἔδωκα ἄν.» Τὰ δὲ κατὰ τὸν Οὐρίαν καὶ τὸν ἔλεγχον τοῦ Νάθαν, ἐν τῇ δευτέρᾳ γέγραπται τῶν Βασιλειῶν. Πρὶν δὲ τὸν Νάθαν ἐλθεῖν πρὸς αὐτὸν οὐκ ἐξωμολογεῖτο, περὶ τῆς ἁμαρτίας, κεκρατημένος ὥσπερ ὑπὸ κάρου καὶ μέθης. Ἀλλὰ οὐδὲ μετὰ τὴν ἁμαρτίαν εὐθὺς ὁ προφήτης ἀφίκετο. Τὸ γὰρ, «Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων,» καὶ ἐπὶ τοῦ Δαβὶδ ἦν εἰπεῖν. Οὐ γὰρ ἐχρῆν αὐτοῦ περικοπῆναι τὸ αὐτεξούσιον, καὶ χείρονα γενέσθαι κρυπτομένης ἐν βάθει τῆς μοχθηρίας. Ὅτε δὲ πᾶσαν εἰς τὸ ἐμφανὲς ἤγαγε τὴν κακίαν, καὶ ἡ νόσος χρόνου μεταξὺ γεγονότος παρήκμασε, κατάστασίν τε ἀνελάμβανεν, ἐν εὐσταθείᾳ τότε κατὰ καιρὸν ὁ προφήτης ἰατρικῶς ἐπάγει τὸ διὰ τῶν ἐλέγχων βοήθημα, οὐκ ὠμοῦ τοῦ πάθους ὄντος, οὐδὲ μὴν ἔτι φλεγμαίνοντος. Εἰκότως οὖν ἡ Γραφὴ καὶ τὸν χρόνον ἐπισημαίνεται λέγουσα· «Καὶ συνήγαγε αὐτὴν μετὰ τὸν θάνατον τοῦ αὐτῆς ἀνδρὸς εἰς τὸν οἶκον αὐτοῦ ὁ Δαβὶδ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱὸν, καὶ ἐφάνη πονηρὸν τὸ ῥῆμα ὃ ἐποίησε

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
