# Expositio in Psalmos 69.1088

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1088

Δαβὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν πρὸς Δαβίδ.» Ὡς εἶναι μεθ' ὅλον ἐνιαύσιον χρόνον. Πρὸ δὲ τούτου τῆς ψυχῆς ἔτι τεθολωμένης, ἢ καὶ οὐκ ἂν ἐνέσχετο τῶν ἐλέγχων, ἤ τι καὶ δεδράκει κατὰ τοῦ προφήτου δεινὸν, κατὰ τοὺς ἐν νόσῳ παρακόπτοντας, οἳ καὶ γονεῦσι καὶ φιλτάτοις καὶ αὐτοῖς ἰατροῖς ἐπανίστανται. Τί οὖν ἄρα τῆς τοσαύτης ἁμαρτίας ἀνδρὶ τοσούτῳ τὸ αἴτιον; αὐτὸς ἐδίδαξεν ὁ Νάθαν διὰ τοῦ παραδείγματος· Δύο φησὶν ἄνδρας γεγονέναι, τὸν μὲν πλούσιον, δηλαδὴ τὸν Δαβὶδ, τὸν δὲ πένητα, τὸν Οὐρίαν· εἶτα παροδίτην εἰσάγει ξένον ἐπιδημήσαντα τῷ πλουσίῳ, αἰνιττόμενος ξένον ἐπιδημῆσαι πνεῦμα τῇ ψυχῇ τοῦ Δαβίδ· χωρὶς γὰρ δυνάμεως διαβολικῆς οὐκ ἂν εἰς τοσαύτην ἀφροσύνην ἤλασεν τοσοῦτος ἀνὴρ, ὁ καὶ ἐν ἀκμῇ τῆς ἡλικίας γεγονὼς ἐγκρατής. Τοιγαροῦν ἐν τῷ τὸν Σαοὺλ ὑποφεύγειν εἶχε μὲν ἐπὶ τῆς ἐρήμου τὴν Ἀχιναάν· εἶχε δὲ τὴν Ἀβιγαίαν τελευτήσαντος τοῦ αὐτῆς ἀνδρός· ἀλλ' οὐδαμοῦ φαίνεται παρὰ τὴν φυγὴν πλησιάσας αὐταῖς· οὐδὲ γὰρ παῖδας ἔσχεν, εἰ μὴ μετὰ τελευτὴν τοῦ Σαούλ. Ἱκετηρίας γὰρ καὶ προσευχῶν ὁ τῆς φυγῆς ὑπῆρχε καιρός. Μετὰ δὲ τὴν βασιλείαν, φησὶν ἡ Γραφὴ, παῖδες αὐτῷ γεγόνασιν ἐν Χεβρών. Τὸ δὲ πνεῦμα τὸ καταστρέφον μεγάλας ψυχὰς εἰδὼς ὁ Σολομὼν ἔλεγεν· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς.»] Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. (A f. 287 b, B f. 197 b, L f. 134.) Οὐδὲν δὲ οὕτως εἰς ἔλεον ἐπισπᾶται Δεσπότην, ὡς ὁμολογία πλημμελήματος· διὸ καὶ ὁ Δαβὶδ ὅλον εἰς ἑαυτὸν ἱκετεύει χεθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγήν. Ὡς γὰρ ἐπὶ τοῦ ἐλέου τὸ μέγα ᾔτησεν, οὕτως καὶ ἐπὶ τῶν οἰκτιρμῶν τὸ πλῆθος ἐξῄτησεν, ὡς μεγάλου ὄντος τοῦ πλημμελήματος, καὶ μὴ δυναμένου ἄλλως ἐξαλειφθῆναι, εἰ μὴ ἀναλόγου τύχῃ φιλανθρωπίας. Μόνων γάρ ἐστιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαιφονίας ἀπολοῦσαι τὰς χεῖρας. Ἐλεεῖ δὲ τὴν φύσιν ὁ πλάσας αὐτήν· οἶδε γὰρ ὅτι πολὺ νοσοῦσα τὸ ἀδρανὲς, κατασείεται προχείρως εἰς τὰ βέβηλα τῆς σαρκὸς πάθη. Καταληΐζεται γὰρ εὐκόλως τὸν ἀνθρώπινον νοῦν ὁ τῆς ἁμαρτίας εὑρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον. Προσιτέον οὖν τῷ ἰατρῷ τῶν πνευμάτων, ἵνα τὸ εὐσθενὲς ἐργάσηται τῷ νῷ· πᾶσα γὰρ, ἰσχὺς παρ' αὐτοῦ. Τάχα δὲ προγνοὺς ὁ Δαβὶδ, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείφων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτων λαμπρὰν εἰκότως χάριν καλεῖ. Γέγραπται γὰρ ὅτι «Πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς.» Κατὰ γὰρ τὸν Ἀπόστολον· «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ἀνόμημα δὲ τὸ πλημμέλημα, ὅτι διπλῆν ἔχει τοῦ νόμου παράβασιν.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
