Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1096
Not analysed yet
Ἔοικε μέντοι ἐνταῦθα ἀλήθειαν ὀνομάζειν τὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ἀνυπόκριτον βίον· ὁ γὰρ μὴ οὕτω ζῇν ᾑρημένος, ψεύδεται τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς παρενεχθεὶς εἰς γένεσιν, καθ' ἅ φησιν ὁ σοφώτατος Παῦλος, εἰ πονηρὸς γένοιτο, ψεύδεται τῷ Δημιουργῷ, τοὺς τῆς δικαιοσύνης οὐκ ἔχων καρπούς. Οὕτω φησὶ καὶ ἑτέρωθι ὁ θεῖος Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.» Τοιοῦτον καὶ τὸ, «Ψεύσεται ἔργον ἐλαίας.» Καὶ ἑτέρως δὲ προσβαλεῖς· ὅτι ἀδρανὴς ὁ νόμος πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ὕδατι περιῤῥαίνων εἰς ἔκπλυσιν τῆς σαρκός. Ἔνεστι δὲ τὸ ἄμεινον ἀσυγκρίτως τῇ διὰ Χριστοῦ χάριτι πάντα ῥύπον ἀφανίσαι δυναμένῃ. Μαρτυρεῖ τοίνυν ὅτι τὴν ἀλήθειαν ἀγαπᾷ ὁ Θεός. Ἀλήθεια δὲ ὁ Χριστὸς καὶ τὰ δι' αὐτοῦ, ὥσπερ οὖν ὁ νόμος, τύποι καὶ σκιαί. Σὺ οὖν, φησὶ, Κύριε, ἡ ἀλήθεια ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας καὶ ὥσπερ χιόνα λευκανθῆναι. Τὸ δὲ, «Τὰ κρύφια ἐδήλωσάς μοι,» ὡς πάντα αὐτῷ τὰ ἐσόμενα, ἃ ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς, διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν. Ἴσως δὲ καὶ ὀγκοῖ τὴν ἑαυτοῦ ἁμαρτίαν πρὸς ἐντροπὴν, δεικνὺς ὅτι οὐ κατὰ ἄγνοιαν ἥμαρτεν, ἀλλ' ἔχων τὴν γνῶσιν ἀπὸ τοῦ νόμου, καὶ μετὰ τῆς βασιλείας καὶ προφητείᾳ τετιμημένος. Δείξας οὖν ἐντεῦθεν τὸ κραταιὸν τῆς ἁμαρτίας, τὴν λύσιν ἐν τοῖς ἑξῆς αἰτεῖ, λέγων· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. (A f. 289 b, F f. 77 b, K f. 99 b.) Ὑσσώπῳ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, ἅτε θερμαίνουσαν, καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσαν. Ἡ ἀποκάθαρσις οὖν δι' ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Τὴν γὰρ ὕσσωπον πόαν εἶναί φασι θερμοτάτην καὶ συνεκτικὴν ἔχουσαν τὴν ἐνέργειαν· καὶ δὴ καὶ ἰατρῶν παῖδες ταύτην θαυμάζουσιν, ὡς δυναμένην τὴν ἐν σπλάγχνοις ἐκτήκειν ἀκαθαρσίαν καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, καὶ τὴν ἐξ ἑτέρων χυμῶν σύστασιν καὶ παχύτητα, διὰ τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Πλαγίως οὖν ὑπεμφαίνει τὴν ἐν ἡμῖν γινομένην τοῦ ἁγίου Πνεύματος ἐνέργειαν, οὖ ἡ χάρις ζέοντας ἡμᾶς ἀποτελεῖ τῷ πνεύματι, καὶ πάντα ῥύπον ἐκτήκει τὸν ἐν ἡμῖν, πυρὸς δίκην ἀοράτως εἰσχεομένη. Διὰ γάρ τοι τοῦτο βαπτίζεσθαί φασιν ἡμᾶς οἱ πνευματοφόροι παρὰ Χριστοῦ Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ τὸ τίμιον δὲ αἷμα Χριστοῦ οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας τῆς εἰς τὸ ἔσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι οὐκ ἐᾷ πρὸς ῥᾴθυμον. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, κ. τ. λ. (A f. 290) Ἀκουστὴν, φησὶ, γενέσθαι μοι παρα-