# Expositio in Psalmos 69.1097

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1097

σκευάσεις διὰ τοῦ Πνεύματος τὴν ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δὲ ἂν εἴη αὕτη, ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ τῆς ἀναστάσεως; Ἣν καὶ ἔδειξεν εἰπών· «Ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.» Πότε δὲ ἄλλοτε ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ' ὃν, ὡσεὶ προφητεία, «Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ;» Εἰκότως δὲ μετὰ τὸ, «Ῥαντιεῖς με,» ταῦτα ἐπήγαγεν· ἕπεται γὰρ τῇ τοῦ ἁγίου βαπτίσματος χάριτι ἡ τῆς ἀναστάσεως ἐλπὶς, εἰς ἀρχὰς ἀναφέρουσα τοὺς πιστεύοντας εἰς Χριστὸν ἀτελευτήτου καὶ τρισμακαρίας ζωῆς. Τότε γὰρ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, καὶ τοῖς ὑπὲρ νοῦν ἐντρυφῶντες ἀγαθοῖς ἀκατάληκτον ἕξουσι τὴν εὐφροσύνην. Οὐκοῦν ἡ μὲν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις πράττεται παραχρῆμα· δίδοται γὰρ ἡ χάρις ἐν Χριστῷ, τοῦ ἁγίου Πνεύματος ἁγιάζοντος καὶ διασμήχοντος τὰς τῶν πιστευόντων καρδίας. Ἀκούεται δὲ, καὶ τέως ἐστὶν ἐλπὶς οὐκ ἐψευσμένη, ἡ ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς ἀγαλλίασίς τε καὶ εὐφροσύνη. Δοκεῖ δέ τισι τῶν ἐξηγητῶν ἀγαλλίασις καὶ εὐφροσύνη, ἀκοαῖς θείαις ἐνηχουμένη, οὐχ ἑτέρα τις εἶναι παρὰ τὸν ταύτης πάροχον, φημὶ δὴ Χριστὸν, ὃς ἀνανεώσει καὶ ἀναστήσει τῆς ἑκάστου ψυχῆς τὰς δυνάμεις παθούσας τὴν συντριβήν. Ὀστᾶ γὰρ νοητέον ἐνταῦθα τὰς εὐτονίας τοῦ νοῦ. Ἁπλούστερον δέ φημι· Ἀκούσαιμι, φησὶ, τὴν φωνὴν τῆς ἀγαλλιάσεως, ὅτι ἀφεῖταί μοι καὶ συγκεχώρηται ἡ διπλῆ ἁμαρτία. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, κ.τ.λ. (A f. 290, L f. 135.) Μὴ εἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον. —Τὸ δὲ ταῦτα αἰτεῖν, οὐδὲν ἦν ἕτερον, πλὴν ὅτι τὴν ἐν Χριστῷ βούλεσθαι δοθῆναι χάριν τοῖς ἐπὶ τῆς γῆς. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. (A f. 290.) Κτίσις ἐν τῇ Γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανὸν, τοῦτό ἐστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσασθαι. Κτίζει δὲ καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶ μεταβολὴ πρὸς τὸ βέλτιον. Καὶ ἄκουσον τοῦ Δαβίδ· ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, συνεπεώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
