# Expositio in Psalmos 69.1100

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1100

καὶ πρὸς φθορὰν κατεφέρετο, «Κτίσον, φησὶν, ἐν ἐμοὶ καρδίαν καθαράν·» οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς λέγων, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας.—(A f. 290 b, I. f. 135.) Τάχα δὲ καὶ ὡς ῥυπώσης τῆς ἁπάντων καρδίας, διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τῆς εἰς τὸ φαῦλον παρατροπῆς, ἀναστοιχείωσίν τινα τῶν καθ' ἡμᾶς γενέσθαι πραγμάτων οἱ ἅγιοι παρακαλοῦσι παρὰ τοῦ πάντων δημιουργοῦ τοῦ καὶ εἰδότος τὸ πλάσμα ἡμῶν καὶ πάντα ποιεῖν ἰσχύοντος, ὃ δὴ καὶ πεποίηκεν. Ἀνεκτίσθημεν γὰρ ἐν Χριστῷ τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν, καὶ καρδίαν ἐσχήκαμεν καθαρὰν, μεθορμισθέντες εἰς ἔφεσιν ἀρετῆς. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα τὸ ἄγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. (A f. 291, B f. 201.) Ἐκ τῶν καθ' ἑαυτὸν κινηθεὶς ὁ Δαβὶδ, τὸ κοινὸν τῆς ἀνθρωπότητος πρόσωπον ἀναλαβὼν, τὰς ὑπὲρ τῆς ὑπ' οὐρανὸν ποιεῖται λιτάς. Ἀπὸ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὥσπερ ἐν ἀπαρχῇ τοῦ γένους, ἐν ἀποστροφῇ τοῦ Θεοῦ γέγονεν ἡ ἀνθρώπου φύσις· καὶ γοῦν ἔξω τέθειται τοῦ παραδείσου, καὶ ἐπάρατος ἦν ἡ πάλαι ὑπὸ τοῦ Δημιουργοῦ εὐλογηθεῖσα. Ἐκτεινομένου δὲ τοῦ γένους εἰς πλῆθος, καὶ τυραννούσης κατὰ πάντων τῆς ἁμαρτίας. ἀπέπτη καὶ τὸ ἐν ἀρχαῖς ἐμφυσηθὲν ἡμῖν ἅγιον Πνεῦμα Θεοῦ, καὶ τὸ τῆς εἰκόνος παρεχαράττετο κάλλος. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς, ὅτι «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Λέγων τοίνυν· «Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἄγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ,» δύο κατὰ ταυτὸν αἰτεῖ, ἀπόλυσιν μὲν τῆς συμβάσης ἀποστροφῆς, τοῦ γε μὴν ἁγίου Πνεύματος ὑποστροφὴν εἰς ἡμᾶς. Ὅτι γὰρ ἀπεφοίτησεν εἰκότως, ἅτε δὴ τῆς ἁπάντων καρδίας ἐγκειμένης ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, διαδείκνυσιν εὖ μάλα τὸ, «Μὴ ἀντανέλῃς,» εἰπών. Πλὴν ἐξ ἡμερότητος Θεοῦ, τῶν ἀδοκήτως συμβεβηκότων τὴν λύσιν γενέσθαι παρακαλεῖ· αὕτη δ' ἦν ἡ ἀπόδοσις τοῦ ἀποπτάντος ἡμῶν ἁγίου Πνεύματος, ὃ δὴ καὶ γέγονεν ἐν Χριστῷ· τὴν γὰρ πρὸς ἡμᾶς ὁμοίωσιν λαβὼν, ἔλυσε τὴν ἀποστροφὴν, καθαρὰν καὶ ἄμωμον ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν παραστήσας τῷ Θεῷ καὶ Πατρί. Ἔλαβε δὲ καὶ τὸ Πνεῦμα· καίτοι καθ' ὃ νοεῖται, αὐτός ἐστιν ὁ τοῦ Πνεύματος χορηγὸς, καὶ δι' αὐτοῦ τοῖς ἁγίοις ἐνίησιν αὐτὸ ὁ Πατήρ. Ἐνεφύσησε γοῦν τοῖς ἀποστόλοις εἰπών· «Λάβετε Πνεῦμα ἅγιον.» Οὕτω γὰρ ἐδόθη καὶ ἐν ἀρχαῖς τῇ ἀνθρώπου φύσει. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. (A f. 291.) Ὑπάρξαι δὲ καὶ τῇ τοῦ ἀνθρώπου φύσει παρακαλεῖ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν μέθεξιν, ὃ καὶ γέγονεν αὐτῇ μεσιτεύοντος τοῦ Χριστοῦ, ὅς ἐστιν ἀγαλλίαμα καὶ σωτήριον. Ἠλευθερώθημεν γὰρ τῆς ἐπὶ τῷ φθείρεσθαι κατηφείας, καθῃρημένου θανάτου· σεσώσμεθα δὲ, τὸ τῆς ἁμαρτίας φορτίον ἀποπεμψάμενοι διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἐστη-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
