# Expositio in Psalmos 69.1101

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1101

ρίχθημεν τῷ ἡγεμονικῷ Πνεύματι, ὅπερ ἐστὶν ἡ διὰ τοῦ ἁγίου Πνεύματος εὐανδρία· ἢν εἴπερ τις ἕλοιτο καὶ ἐνοικίσαιτο κατὰ νοῦν, ἄρξει πάντως τῶν ἑαυτοῦ θελημάτων, καὶ πλεονεξίας ἀμείνων ἔσται διαβολικῆς, ἡγεμονοῦν ἔχων ἐν ἑαυτῷ τὸ Πνεῦμα. «Ὅσοι γὰρ, φησὶ, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» Καὶ πάλιν· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. (B f. 202.) Ἢ καὶ οὕτως· Πρόφασιν πνευματικῆς ἑορτῆς τὴν σὴν ποιήσεται δικαιοσύνην, διὰ πίστεως χάριν δικαιοῦσαν τὸν ἀσεβῆ· ἤγουν αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ τε καὶ Πατρὸς δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Κύριε, τὰ χείλη μου ἀνοίξεις. (A f. 291 b.) Ἡ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν καὶ ἐμφράττειν τὸ στόμα. Ἐπεὶ οὖν καὶ τοῦ Δαβὶδ κεκλεισμένα τὰ χείλη διὰ τὴν ἁμαρτίαν ἐτύγχανεν, εὔχεται ταῦτα ἀνοιγῆναι, καὶ τῆς προτέρας παῤῥησίας μεταλαχεῖν. «Τὰ χείλη μου ἀνοίξεις·» θεόσδοτον γὰρ τὸ χρῆμά ἐστιν· «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Ἀνοίγεται δὲ διὰ μετανοίας, καὶ τοῦ Θεοῦ διηγεῖσθαι τὴν αἴνεσιν ἄρχεται. Καὶ οἱ δορυάλωτοι δὲ διὰ τὸ μὴ ἐξεῖναι αὐτοῖς ᾄδειν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἢ θυσίας ἐπιτελεῖν, εὔχονται τὴν ἐπάνοδον. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. (B f. 202.) Τῆς πνευματικῆς λατρείας ἡ δύναμις οὐ διὰ ψιλῆς καὶ μόνης διανοίας ἔρχεται, συνδρομὴν δὲ ἀεί πως δέχεσθαι φιλεῖ καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, ἢν δὴ κατορθοῦντες τὴν δι' ὑπακοῆς καὶ εὐπειθείας. Τὴν δέ γε ὑπακοὴν καρπὸν εἶναί φαμεν τρυφερᾶς καὶ εὐαφοῦς καρδίας καὶ οὐδὲν ἐχούσης τὸ ἀπηνές· ὁποία τις ἦν ἡ τῶν ἀτέγκτων Ἰουδαίων σκληρὰ καὶ δυσάγωγος. Καὶ γοῦν τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν ἔφη τις τῶν ἁγίων προφητῶν· «Τί ἐπλάνησας ἡμᾶς, Κύριε, τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;» Σκληραῖς δὲ καρδίαις ἀπαράδεκτος παντελῶς ὁ τοῦ Θεοῦ λόγος. Οὐκοῦν εἴη ἂν καὶ μάλα εἰκότως εἰς θυσίαν τῷ Θεῷ καὶ εἰς ἀφιέρωσιν πνευματικῆς εὐοσμίας πνεῦμα συντετριμμένον, τουτέστι ψυχὴ τρυφερὰ καὶ τοῖς θείοις εἴκουσα λόγοις. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών. (A f. 292 b. Κυρίλλου καὶ Εὐσεβίου.) Κατὰ δὲ ἀναγωγὴν, ὅταν, φησὶν, ἀγαθύνῃς τὴν Σιὼν, εἴτουν τὴν Ἐκκλησίαν, εὐδοκήσας ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Υἱῷ, καὶ ὅταν οἰκοδομηθῇ τὰ τείχη τῆς Ἐκκλησίας, ἅπερ εἰσὶν οἱ ταύτην περιφράττοντες

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
