# Expositio in Psalmos 69.1109

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1109

παρ' ἑαυτοῖς εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα· δείκνυσθε γὰρ ἀδικίαν ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες. Εἰ γὰρ καὶ οἱ λόγοι χρηστοὶ, δι' ὧν ἐκδικεῖν βούλεσθε τὸν νόμον, ἀλλ' ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀδικίας πεπλήρωνται, ἔλεγχος οὖσαι τῶν ἐν καρδίᾳ νοημάτων, ἄπερ ἐν γῇ δύνανται λανθάνειν, οὐ μὴν καὶ ὅταν πάντα γυμνὰ κρίνηται. Εἶτα ἐπάγει, σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων, τὰς μετὰ ταῦτα φωνὰς, λέγων· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. (A f. 298 b.) Εἰσὶ δέ τινες οἱ μὴ εἰδότες τὸ ἔθος τῆς ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φράσεως, καὶ νομίζουσιν ἀπηλλοτριῶσθαί τινας ἀπὸ Θεοῦ ἐκ μήτρας αὐτῆς, καὶ οἱονεὶ ἐξ αὐτῆς πεπλανῆσθαι γαστρὸς καὶ πρὸ τῆς τοῦ λόγου συμπληρώσεως. Ἔστι δὲ τοῦτο οὐδὲν ἕτερον εἰπεῖν, ἢ ἐκεῖνό που πάντως, ὅτι κατὰ φύσιν ἐστὶ τὸ κακὸν, καὶ γεγόνασί τινες ἐξ αὐτῆς τῆς δημιουργίας, οἱ μὲν ἀγαθοὶ τὸν τρόπον, οἱ δὲ κακοί. Ἔστι δὲ Μανιχαίων τὸ οὕτω φρονεῖν, μᾶλλον δὲ παραφρονεῖν· οὕτω γὰρ εἰπεῖν ἀληθέστερον. Ἐπιτήρει τοίνυν, ὅτι οὐκ εἴρηκεν ὁ μακάριος Δαβὶδ ἀπηλλοτριώθησαν ἀπὸ Θεοῦ τινες, ἁπλῶς δὲ μᾶλλον καὶ ἀπολελυμένως οὐκ ἀπὸ Θεοῦ μᾶλλον, ἀλλ' ἀπὸ μήτρας. Ὡς γὰρ ἤδη γεγονότες, φησὶν, ἁμαρτωλοὶ ἀπηλλοτριώθησαν μήτρας καὶ γαστρὸς, τουτέστι ξένοι γεγόνασι καὶ μακρὰν, οὐ μήτραν ἔχοντες καὶ γαστέρα νοητὴν, τίκτειν δυναμένην καρποὺς ἀγαθούς. Τὰ μὲν γὰρ ἀπὸ γῆς ἡμῶν σώματα τίκτουσι κατὰ τὴν ἰδίαν φύσιν· αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, καθάπερ ἀπὸ γαστρὸς καὶ μήτρας τῆς ἑαυτῶν καρδίας, ἐκφέρουσι καρποὺς ἀγαθοὺς, ἄνωθεν καὶ παρὰ Θεοῦ τὰ τῆς εὐσεβείας δεχόμεναι σπέρματα. Ἐπλανήθησαν, ἀπὸ γαστρὸς ἐλάλησαν ψευδῆ. (A f. 299.) Δείκνυσι δὲ ἡ προφητεία καὶ τοὺς Ἰουδαίους, μηδεμίαν τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν, οἳ τῇ προγνωστικῇ τοῦ Θεοῦ προνοίᾳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ' αὐτῷ, καὶ πρὸ τοῦ συλληφθῆναι οὐκ ἠγνοοῦντο. Ἐλάλησαν δὲ ψευδῆ οὐκ ἀπὸ γαστρὸς, ἀλλ' εἰς ἡλικίαν ἐλθόντες. Συνήθως μέντοι τῇ ἀναδιπλώσει ὁ Δαβὶδ κέχρηται· τὸ γὰρ «Ἀπηλλοτριώθησαν» ταυτὸν τῷ «Ἐπλανήθησαν,» καὶ «ἡ μήτρα» τῇ «γαστρὶ,» ἵνα ᾗ τὸ δι' ἀμφοτέρων δηλούμενον τοιοῦτον· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἐλάλησαν ψευδῆ· ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα. Ἄκουε γάρ· «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοιότητα τοῦ ὄφεως.» Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. (F f. 86 b.) Τὸ διατρέχον ὕδωρ οὐχ ἕστηκεν ἐν τῷ αὐτῷ. Κατὰ τὸν ἴσον οὖν τρόπον καὶ οἱ δυσσεβεῖς οὐ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
