# Expositio in Psalmos 69.1112

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1112

μένουσιν ἐν εὐημερίαις, ἀλλ' οἷον ὡσεὶ ὕδωρ τρέχον, δρομαῖοι βαδιοῦνται πρὸς ὄλεθρον. Ἐντενεῖ τὸ τόξον αὐτοῦ. (F f. 86 b.) Τόξον δὲ ὅταν ἀκούσῃς ἐπὶ Θεού, ὀργὴν ἐννόει θανατηφόρον. Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται. [Cod. M f. 95.] Δίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσονται. Τοῦτο γάρ ἐστι· «Καὶ οὐκ εἶδον τὸν ἥλιον.» Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, κ.τ.λ. (E f 106.) Τὸ ἄρα ἐν τούτοις οὐκ ἀμφιβάλλοντός ἐστιν, πεπληροφορημένου δὲ μᾶλλον καὶ πεπιστευκότος καὶ οἷον ἤδη συννεύοντος, ὅτι καρπὸν ἔχει τῆς εἰς Θεὸν ἀγάπης, καὶ τὴν παρ' αὐτοῦ φειδὼ καὶ ἐπικουρίαν. Ἦ γὰρ σώζεται μὲν αὐτὸς, ὡς ἔφην, ἐπαμύνοντος τοῦ Θεοῦ· κολάζεται δὲ δι' αὐτὸν ὁ ἁμαρτωλός. ΨΑΛΜΟΣ ΝΗʹ. Ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. (E f. 106 b.) Οὐ γὰρ διελελοίπασιν οἱ τάλανες Ἰουδαῖοι τὰ τῆς αὐτῶν δυστροπίας ἐπιφέροντες τῷ Χριστῷ, καὶ παγίδας ἀρτύοντες καὶ δόλους, καὶ πάντα τρόπον ἀνόσιον ἐγχειρημάτων κατασκευάζοντες. Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, κ.τ.λ. (A f. 306.) Τὸ ἀναμάρτητον ὁ Δαβὶδ ἐν μόνῳ θεωρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα Χριστῷ, καὶ τὴν τῶν ὁμοφυλίων Ἰουδαίων κατ' αὐτοῦ μανίαν προθεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνάμεων τῶν ἀγγελικῶν Κύριον καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, καταλιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, μᾶλλον μὲν οὖν μηδεμιᾶς αὐτοὺς συγγνώμης ἀξιῶσαι ὡς θεοκτόνους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν καὶ τῷ τῆς θεογνωσίας καταυγάσαι φωτί. Οὐ μόνος δὲ ὁ Δαβὶδ εὔχεται ἐπιστροφὴν μὲν τῶν εἰδωλολατρῶν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν, ἀλλὰ καὶ ὁ Κύριος. Ἄκουε γοῦν ὅπως καὶ πρὸ τῆς ἐνανθρωπήσεως, ὡς ἤδη γεγονὼς καθ' ἡμᾶς, ὑπὲρ παντὸς τοῦ κόσμου τὰς διαλέξεις ποιεῖται πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. —Ἐπεσκέψατο μὲν γὰρ καὶ πάλαι Θεὸς τοὺς ἐπὶ τῆς γῆς, ἀλλ' ἦν ἐπὶ μόνον τὸν Ἰσραὴλ ἡ ἐπίσκεψις· καὶ πεπαιδαγώγηκεν ὁ Μωσῆς διὰ τύπου καὶ σκιᾶς ἀναφέρων ἐπὶ τὸ μυστήριον τοῦ Χριστοῦ. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἠκούετο μὲν γὰρ ὁ πάλαι νόμος, ἀλλὰ κατὰ μόνην τὴν Ἰουδαίαν· τὸ δὲ θεῖον καὶ οὐράνιον κήρυγμα ὅλην περιπεφοίτηκε τὴν ὑπ' οὐρανόν. Ἔφη γὰρ τοῦτο περὶ τῶν ἁγίων ἀποστόλων· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,» καὶ τὰ ἑξῆς.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
