# Expositio in Psalmos 69.1120

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1120

τράσιν. Πῶς οὖν ἔφης ἐνταῦθα, ἅπαξ λαλῆσαι τὸν Θεόν; Νοήσωμεν τοῦ λόγου τὴν δύναμιν· βούλεται δέ τι τοιοῦτον δηλοῦν ὁ πνευματοφόρος· Κἂν ἄπαξ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, ἀλλ' ἔχων πᾶσαν εὐθὺς τὴν τοῦ συμφέροντος γνῶσιν, οὐ μακρῶν εἰς τοῦτο δεηθήσομαι λόγων. Ἅπαξ λαλείτω, καὶ πείθομαι· καὶ διττὴν ἐν ἐμαυτῷ συλλέγω τὴν παίδευσιν, ψυχικήν τε ἅμα καὶ πνευματικήν. Διττὸς γὰρ ἀεί πώς ἐστι τῆς ἐν ἡμῖν ἐπιεικείας ὁ τρόπος, καὶ διπλοῦν ἡμῶν τὸ ἐπιτήδευμα, τὸ εἰς ὀσμὴν εὐωδίας προσφερόμενον παρ' ἡμῶν τῷ Θεῷ. Δεῖ γὰρ ἡμᾶς καθαροὺς εἶναι τῷ σώματι καὶ τῷ πνεύματι. Ἢ τὸ, «Ἄπαξ ἐλάλησεν,» ἀντὶ τοῦ, Ἕστηκε βεβαίως ὁ τοῦ Θεοῦ λόγος Μωσῇ ῥηθεὶς ἅπαξ καὶ μηκέτι μετακινούμενος, ὅτι Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων καὶ δικαιοσύνην διατηρῶν. Τὸ τοίνυν ἄπαξ οὐκ ἐπὶ ἀριθμοῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀδύνατον γὰρ μὴ γενέσθαι ὃ ὁ Θεὸς ἀπεφήνατο. Οὐκ ἀναβαλεῖται τὴν ἀπόφασιν· ὡς τὸ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,» ἀντὶ τοῦ βεβαίως. Ἢ τὸ ἅπαξ, ὅτι κἂν πολλάκις ἐλάλησεν, εἶς αὐτῷ σκοπὸς τῶν πολυμερῶν διαλέξεων, τὸ γνῶναι ἡμᾶς ἰσχυρὸν εἶναι τὸν Θεὸν καὶ φιλάνθρωπον, ἵν' ὡς μὲν ἰσχυρὸν φοβηθῶμεν, ὡς δὲ φιλανθρώπῳ προσδράμωμεν. Ὅτι τὸ κράτος, τοῦ Θεοῦ· καὶ σοῦ. Κύριε, τὸ ἔλεος. (A f. 220, B f. 256, H f. 89 b.) Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, ὁ αὐτὸς καὶ ἐλεήμων. Ἀπεφήνατο γὰρ λόγον περὶ τῆς κρίσεως, δι' οὗ δύο ταῦτα ἀκήκοα, ἒν μὲν ὅτι τοῖς δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν, ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέους, ἀπονέμει ἔλεον. Τὸ γὰρ κράτος τὴν ὀργὴν σημαίνει καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γινομένην. Κατακρατεῖ γὰρ τῶν ὅλων ὁ πάντων ἔχων τὴν ἐξουσίαν Θεός· καὶ ἰσχυρᾷ μὲν χειρὶ καταστρέφει τὸν ἀλαζόνα, καὶ κολάζει τὸν ἀποστάτην, ἐλεεῖ δὲ τοὺς ἀγαπῶντας αὐτόν. Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μήτε οὖν ἐλπίζετε ἐπ' ἀδικίαν, μήτε ἐπὶ πλοῦτον προστίθεσθε. ΨΑΛΜΟΣ ΞΒʹ. Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. (F f. 92 b.) Ὀρθρίζειν δέ φησι πρὸς τὸν Θεὸν, οὐχ ὡς ἑτέροις πράγμασι τὴν διάνοιαν ἔχοντας, ἀλλ' ἐπὶ μόνοις τοῖς αὐτῷ δοκοῦσι καὶ φίλοις. Αὕτη γάρ ἐστιν ἡ ἁγιοπρεπὴς ἀληθῶς πολιτεία, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ κατορθώματα. Ἐδίψησέν σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. (A f. 320 b, E f. 114 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Λέγει δὲ ταῦτα ψυχὴ οὖσα μὲν ἐν γῇ ἐρήμῳ διδασκαλίας ὑγιαινούσης, ζητοῦσα δὲ θείαν ἐπιῤῥοήν· δύναται δὲ λέγειν τὸ, Ἐδίψησέ σε ἡ ψυχή μου, καὶ ἡ σάρξ μου, καὶ ὅστις ὑποτάξει τὴν σάρκα τῷ πνεύματι καὶ συμφωνοῦσαν τῇ ψυχῇ ἀπεργάσεται, ἔρημον οὖσαν παθῶν καὶ ἄβατον αὐτοῖς καὶ ἄνυδρον, εἴ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
