# Expositio in Psalmos 69.1124

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1124

Ἐκεῖνος δὲ δύναται κολληθῆναι τῷ Κυρίῳ, ὁ ἐπ' αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος· ὃς καὶ ἀκούει παρὰ Θεοῦ· «Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ.» Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς. (A f. 322.) Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων δι' ἢν ὑπέμεινε βίαν, εὐχόμενος ταῖς αἰωνίαις αὐτοὺς παραδοθῆναι κολάσεσιν· ἢ καὶ προφητεύει ὅτι στραφήσεται ἐπὶ τοὺς ἐχθροὺς ἃ κατ' αὐτοῦ ἐμηχανήσαντο, θάνατος, καὶ ἡ εἰς ᾅδου κατάβασις. καὶ ξίφος ὅπερ ἤραντο κατ' αὐτοῦ, καὶ θηρίων ἅλωσις. Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. (A f. 322, B f. 259, C f. 132, E f. 115 b, H f. 97.) Τὴν ἐκεῖ δὲ τιμωρίαν ἡ ῥομφαία δηλοῖ· ταύτης δὲ χεῖρας ἢ τοὺς ὑπ' αὐτῆς πόνους, ἢ τοὺς ὑπηρετοῦντας αὐδῇ, σκεύη λεγομένους ὀργῆς· καὶ διὰ τὴν πονηρίαν αἱ πονηραὶ δυνάμεις ἀλώπεκες λέγονται· μερίζονται γὰρ τὰς τῶν ἀσθενεστέρων ψυχὰς αἱ ἀλώπεκες αἱ νοηταὶ, αἱ νεκροῖς καὶ ὀδωδόσι τρεφόμεναι σώμασι, τουτέστι τὰ πονηρὰ καὶ δυστροπώτατα πνεύματα. Πανοῦργον γὰρ καὶ ἀκάθαρτον οὖσα θηρίον ἡ ἀλώπηξ, εἰς εἰκόνα τῶν ἀκαθάρτων τῆς πονηρίας πνευμάτων λαμβάνεται, ὑφ' ὧν τῇδέ τε κἀκεῖσε περιελεύσονται οἱ πρὸς τὸ ῥᾴθυμον νενευκότες, οὐ μὴν καὶ οἱ νομοφύλακες. Ὀρθῶς γὰρ περὶ τοῦ δικαίου εἴρηται· «Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. (A f. 322. E f. 115 b.) Οὔτω, φησὶ, καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασιλευσάντων δηλονότι, ὡς καὶ ὅρκον αὐτὸν ποιουμένους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦνται γὰρ τὸν Θεὸν τὸν ἀληθινὸν, κατὰ τὸ γεγραμμένον. Φησὶ δὲ καὶ ὁ θεσπέσιος Μωσῆς· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ,» τουτέστιν Ὀμώσεις. Χρὴ γὰρ καὶ ἡμᾶς καὶ ἐν ταῖς τῶν ὅρκων χρείαις, Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς διαμεμνῆσθαι μόνου, ἑτέρου δὲ παρ' αὐτὸν παντελῶς οὐδενός. Τοιοῦτόν τι καὶ νῦν μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ·» δεῖγμα γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο τῆς εἰς αὐτὸν ἀγάπης, τὸ εἰ γένοιτο τυχὸν ὅρκου χρεία, αὐτοῦ διαμνημονεῦσαι μόνου. Ἆρ' οὖν ἐκεῖνό φαμεν, ὅτι προτρέπει πρὸς ὅρκους ἡμᾶς ὁ τοῦ προφήτου λόγος; Καίτοι πῶς οὐκ ἄμεινον μηδὲ ὀμνύναι ποτέ; Τοῦτο γὰρ ἡμῖν ποιεῖν καὶ αὐτὸς προστέταχεν ὁ Σωτήρ. Τί οὖν ἆρά ἐστι τὸ ἐν τούτοις δηλούμενον; Πῶς ἐπαινετὸς ὁ ὀμνύων κατ' αὐτοῦ; Ἔχει τινὰ σοφὴν καὶ ἀναγκαίαν οἰκονομίαν ὁ λόγος. Ἄκουε δέ· Οἱ ἐξ αἵματος Ἰσραὴλ, καίτοι τῷ θείῳ παιδαγωγούμενοι νόμῳ, ἕνα τε καὶ μόνον Θεὸν κεκελευσμένοι προσκυνεῖν, ἐκ πολ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
