Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1125
Not analysed yet
λῆς ἄγαν ἀνοσιότητος εἰς ἀτόπους εἰδωλολατρείας ἐτράποντο κατὰ καιροὺς, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τὸν φύσει Θεὸν ἀφέντες, καὶ ὤμνυον κατὰ τῶν οὐκ ὅντων θεῶν. Ἦν οὖν ἄρα τὸ τηνικάδε πιστὸς καὶ γνήσιος, καὶ τῶν τῆς εἰδωλολατρείας ἐγκλημάτων ἀπηλλαγμένος, ὅστις μὴ ὤμνυε κατά τινος ἑτέρου Θεοῦ, ἐν δὲ ταῖς τῶν ὅρκων χρείαις ὠνόμαζε τὸ ὄνομα τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἀπὸ τῆς τοίνυν τότε κρατούσης συνηθείας, τὸν πιστὸν ἀληθῶς καὶ γνήσιον προσκυνητὴν κατασημαίνει λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν τῷ Θεῷ.» ΨΑΛΜΟΣ ΞΓʹ. Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. (A f. 323.) Τὸ δὲ, «Εἰσάκουσόν μου ἐν τῷ δέεσθαι,» ἀντὶ τοῦ, Οὐ σιωπῶντος, ἀλλ' εὐχομένου· χρῆμα γὰρ ἐπιζήμιον ἐν τοῖς τοιούτοις ἡ σιωπή. Ἢ ὅτι Ταχύ μου εἰσάκουσον καὶ ἐν αὐτῷ τῷ δέεσθαι, κατὰ τὸ, «Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι.» Ὅρα δὲ ὅπως ἐστὶν ἀκριβὴς τῆς προσευχῆς ὁ λόγος· οὐ γὰρ εἴρηκεν· Ἀπὸ ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου, ἀλλ' «Ἀπὸ φόβου ἐχθροῦ.» Οὐ δέδιε τοὺς ἀγῶνας, οὐ παραιτεῖται τὴν μάχην, οὐ φεύγει τὴν ἀντίστασιν, αἰτεῖ δὲ μᾶλλον τὸ δύνασθαι παρὰ Θεοῦ, ἵνα μὴ καταθραύηται τῷ φόβῳ. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.» Ἀνδρείαν γὰρ αἰτεῖ τὸν Θεὸν, εἰς τὸ πάντως καταβαλεῖν τὸν ἀντικείμενον. Ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. (A f. 323 b, E f. 116.) Πρᾶγμα δὲ πικρὸν, τὴν κατὰ τοῦ ἀμώμου, εἴτουν ἀθώου, συκοφαντίαν ἐκάλεσεν· ἐπειδὴ ἄτοπον καὶ τὸν τυχόντα συκοφαντεῖν, τὸ δὲ τὸν δίκαιον, δεινότερον· ὃν ἐν ἀποκρύφῳ τοξεύουσι, τουτέστι κατὰ τὸ λεληθός· οὐδὲ γὰρ τολμῶσιν εἰς τὸ ἐμφανὲς αὐτὸν διαβάλλειν. Οὐ γὰρ ὁρατοῖς μάχονται βέλεσιν οἱ τὰ ἐπίγεια φρονοῦντες, οὔτε μὴν τοῖς ἐκ καλάμου καὶ ξύλου πεποιημένοις, ἀλλ' οἱονεί τι τόξον τὴν ἑαυτῶν δυστροπίαν ἐντείνοντες, βέλεσι πικροῖς καὶ φιλοκακούργως κατεσκευασμένοις τὰς τῶν ὁσίων κατατιτρώσκουσι ψυχάς. Καὶ οὐ φοβηθήσονται. (E f. 116.) Τίνα φοβηθήσονται; Οὐδὲ γὰρ δεδίασιν, φησὶ, τὸν τῶν ἁγίων προεστηκότα Θεόν· οἴονται δέ που τάχα καὶ λανθάνειν ἐκεῖνον, λέγοντες· «Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς Ἰακώβ.» Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν. (B f. 260 b, E f. 116 b.) Πονηρὰ γὰρ, ὡς ἤδη πλειστάκις ἔφην, τὰ τῶν ἀνοσίων ἐστὶ βουλεύματα· καὶ πάντα σκαιότητος διερευνώμενοι τρόπον προσκρούουσι τῷ φιλαρέτῳ Θεῷ. ΨΑΛΜΟΣ ΞΔʹ. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. (A f. 325, E f. 117 b) Σιών φησιν οὐ τὴν ἐπίγειον