# Expositio in Psalmos 69.1137

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1137

ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε.» Πύρωσιν δέ φησιν ἐν τούτοις τὴν διὰ πόνων δοκιμασίαν. Χρὴ γὰρ ἡμᾶς ἐν τούτοις ὁρᾶσθαι νεανικοὺς, «Εἰδότας ὅτι τὸ δόκιμον ἡμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. Ἀλλ' ἡ ὑπομονὴ, φησὶ, ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Καὶ μετ' ὀλίγα. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες, καὶ εἰς τὸ τῆς ἐλπίδος καταντήσαντες τέλος, λέγουσι· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» (E f. 122) Πύρωσιν δὲ, ὡς ἔφην, ὀνομάζει τὴν ἐν τοῖς ἀγῶσι θλίψιν· ὕδασι δὲ πάλιν ἀφομοιοῖ τὰς τῶν διωκόντων ἐπηρείας, ἤτοι τὰς ἀκαθέκτους ὁρμὰς καὶ τὰς ἀφορήτους ἐφόδους· ἀφόρητος γάρ ἐστιν τῶν ποταμίων ὑδάτων ἡ ἔφοδος. Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν. (K f. 118 b) Ποῦ γὰρ ἡ τοῦ παλαίειν εἰδότος εὐτεχνία διαγινώσκεται, ἢ δῆλον ὅτι προτεθέντων ἀγώνων, καὶ στεφάνων ἐπηγγελμένων; Ποῦ δὲ ὁ στρατιώτης; ἆρ' οὐχὶ καιροῦ καλοῦντος εἰς μάχην; Οὐκοῦν καὶ τὸν γενναῖον τῆς ἀσεβείας ἐραστὴν δοκιμάζουσιν οἱ πόνοι, καταλαμπρύνουσιν οἱ πειρασμοί. Θεὸς γὰρ εἰσήγαγεν εἰς τὴν παγίδα, οὐκ ἀρτύσας τὸν πειρασμὸν, συγχωρήσας δὲ μᾶλλον τὸ πειράζεσθαι, ἵνα φαίνωνται γνήσιοι, ἵνα τὸν ἀμαράντινον κομίσωνται στέφανον. Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι, κ.τ.λ. (A f. 331 b. Κυρίλλου, Ἀθανασίου, Βασιλείου.) Πρὸς δὲ διάνοιαν, πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ ἡ προσφορὰ γίνεται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι· ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κερατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως· ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ, τὰ μετανοίας ἔργα· περὶ ἁμαρτίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι. (B f. 269, H f. 124) Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ' οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ· διδάσκει δὲ οὐ καθ' ἅ φησιν τὸ γράμμα τὸ νομικὸν, ἀλλ' ὡς νέας διαθήκης κηρύξας τὰ νέα, τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς. Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. (A f. 332, B f. 269, E f. 123, G f. 59 b, H f. 124, L. f. 154 b) Τί δὴ ἆρά ἐστι τὸ, «Ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου,» ἀναγκαῖον ἀκριβολογουμένους ἰδεῖν. Τινὲς μὲν γὰρ προσευχόμενοι, τὰς Ἰου-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
