# Expositio in Psalmos 69.1141

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1141

τὴν ἀποκομίζουσαν πρὸς τὸν Πατέρα, αὐτὸν δὴ πάλιν τὸν Υἱόν. Ὁδὸς τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ, κατὰ τὸ, «Ὁδὸν δικαιωμάτων σου συνέτισόν με·» ἃς αἰτεῖ, οὐκ ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἔνθα νόμος ἐδόθη κηρύττεσθαι, ἐν πᾶσι δὲ γνωσθῆναι τοῖς ἔθνεσιν. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. (A f. 333. Κυρίλλου καὶ Θεοδωρήτου.) Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει τὸ προφητικὸν Πνεῦμα, καὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης ἡδόμενον, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συνεχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Φησὶ γοῦν ὅτι προσήκει λαοὺς ἅπαντας καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι. Ἔγνωσαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων ἀκηδεμόνευτον, ἀλλὰ πάντων ὑπάρχεις κριτὴς δικαίας ἐκφέρων τὰς ψήφους, καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πείθεσθαι μὴ βουλομένους κολάζων. Γνωσθείσης γὰρ τῆς ὁδοῦ τοῖς ἐν γῇ, καὶ σωτηρίου τοῦ Θεοῦ ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀπάτης τὰ ἔθνη εὐφραίνεται, κατορθοῦντα ἠθικὴν ἀρετὴν, καὶ ἀγάλλεται λαβόντα γνῶσιν Θεοῦ. Λαοὶ δὲ καὶ ἔθνη ἐκ παραλλήλου οἱ αὐτοί. [Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη. Πάλιν ἑνὸς τούτων Ἑβραίων λαοῦ ἐξομολογουμένου τῷ λέγοντι Θεῷ· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς,» τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ ἅγιος, Τῷ Θεῷ, φησὶ, τὰς ἁμαρτίας μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Ὁ δὲ Σωτὴρ ἐλθὼν πάντα τὰ ἔθνη ἐπὶ μετάνοιαν καλεῖ, τυχεῖν ἀφέσεως δι' ἐξομολογήσεως ὑποτιθέμενος· ἥτις καὶ τὸ εὐχαριστῆσαι δηλοῖ, ἐπιφανέντος αὐτοῖς τοῦ προσώπου τοῦ Θεοῦ.] Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. (G f. 40 b, L f. 155) Πῶς γὰρ οὐκ ἔμελλον οἱ ἑπὶ τῆς γῆς ἄνθρωποι αἰνεῖν τε καὶ καρποφορεῖν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς; κατὰ τὴν ἐνταῦθα λέγει προφητείαν. Αἱ δὲ ταυτολογίαι προθύμους ἐργάζονται τοὺς ἀκούοντας. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. Ὁ δὲ Θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογημένοις φοράν. Εἶτα διδάσκει τῆς θείας εὐλογίας τυχεῖν. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεός. (B f. 271, E f. 124, F f. 98, K f. 119) Τότε γὰρ ἑκάστου ἀνθρώπου ὁ καρπὸς εὑρίσκεται τῶν ἔργων. Γῆ γὰρ ὁ ἄνθρωπος· αἰνίττεται δὲ καὶ σταυρόν. Ὡσαύτως τὴν εὐλογίαν ἐζήτησεν. Εὐλογεῖσθαι δὲ παρακαλοῦντες οἱ ἐξ ἐθνῶν, ἐοίκασί πως παραιτεῖ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
