# Expositio in Psalmos 69.1144

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1144

σθαι τὴν διὰ τοῦ νόμου κρίσιν, διψῇν δὲ μᾶλλον τὴν διὰ Χριστοῦ σωτηρίαν καὶ χάριν. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. (A f. 333 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Συνελαύνει γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰς κατόρθωσιν ἀρετῆς· οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως συμβήσεται τοῖς ἔχουσιν τὸ ἐν παντὶ γενέσθαι καλῷ. Ὁ γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κριτήριον, διὰ τῆς τούτων φυλακῆς τὸν Θεὸν θεραπεύει. Ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προξενεῖ. Ὅρα δὲ ὅτι καὶ αὐτὸ τὸ τέλος οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσιν ἀνθρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον. Πᾶσαι γὰρ φυλαὶ, πᾶσαι γλῶσσαι τὴν Τριάδα πεφόβηνται καὶ δοξάζουσιν. Ἐπισημαντέον δὲ ὅτι τῷ τριπλασιασμῷ τὸ Θεὸς, ἐπαγαγὼν ἑνικῶς τὸ «Φοβηθήτωσαν αὐτὸν,» καὶ τὸ τῆς ἁγίας Τριάδος παρεγύμνωσε μυστήριον, καὶ τὸ ἑνιαῖον τῆς Θεότητος. ΨΑΛΜΟΣ ΞΖʹ. Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. (E f. 124 b) Ἕως μὲν γὰρ ἀνεξικακῇ καὶ οὐκ ἐπιφέρῃ τοῖς πλημμελοῦσιν τὴν αὐτοῖς πρέπουσαν κόλασιν, νοεῖταί πως καθεύδειν καὶ ἠρεμεῖν· ὅταν δὲ τῆς ἀγανακτήσεως κινήσῃ τὸ μέτρον, τότε πως καὶ ἐξανίστασθαι καὶ καταστρατεύεσθαι τῶν ἰδίων ἐχθρῶν· καὶ πρὸς τοῦτο αὐτὸ ἐγκαλοῦνται τῶν ἁγίων οἱ λόγοι. Ὅτε τοίνυν γέγονεν ἄνθρωπος, τότε γὰρ καὶ διεσκορπίσθησαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ πεφεύγασιν οἱ μισοῦντες αὐτόν. ᾌσατε τῷ Θεῷ, κ.τ.λ. Τὴν γὰρ ὁδὸν, τὴν ἄγουσαν ἐπὶ τοὺς οὐρανοὺς, ὁδοποιεῖν παρακελεύεται τοῖς ἐπουράνιον ἀγνοοῦσι Πατέρα, καὶ ταῖς ἐστερημέναις τοῦ νυμφίου χήραις ψυχαῖς. Τούτων γὰρ καὶ ἔκδικος καὶ κριτὴς ἦλθε γενέσθαι. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές· οὐ γὰρ εἴρηκεν ἁπλῶς, «Ἀγαλλιᾶσθε,» προστέθεικε δὲ ἀναγκαίως τὸ «ἐνώπιον αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ τίς ἡ τοῦ λόγου ἐπιτήρησις ἀναγκαῖόν ἐστιν ἰδεῖν· ἀγαλλιῶνται μὲν γὰρ ἔσθοτε καὶ οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πλὴν οὐκ ἐνώπιον αὐτοῦ· οὐ γὰρ ἀξιοῖ βλέπειν αὐτοὺς ἑορτάζοντας. Καὶ διὰ ποίαν αἰτίαν, ὁ προφήτης ἡμᾶς διδάξει λέγων περὶ αὐτῶν· «Μετὰ γὰρ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.»] Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν. (A f. 337, F f. 98 b) Τὸ κηδεμονικὸν τοῦ Θεοῦ παρέστησε, πατέρα εἰπὼν, καὶ τὸ δικαστικὸν κριτὴν,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
