# Expositio in Psalmos 69.1145

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1145

καὶ ὅτι κηδεμών ἐστι τῶν ἀπροστατεύτων, καὶ κριτὴς τῶν ἀδικουμένων. Ἀλλὰ τίνες οἱ ταραττόμενοι, ἢ οἱ ἀλιτήριοι δαίμονες; Ἐπειδὴ γὰρ κέκληνται τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας, ἀναγκαίως ἐκεῖνοι ταράττονται ὡς καὶ βοᾷν· «Τί ἡμῖν καὶ σοί;» Οἱ δὲ πάλαι πλανώμενοι καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρευκότες, ὀρφανοί τινες ὄντες κατὰ τόνδε τὸν κόσμον ἀνεπικούρητοι παντελῶς, καὶ πρὸς πᾶσαν πλεονεξίαν ἕτοιμοι, καὶ χῆραι μὴ ἔχουσαι τὸν νυμφίον Λόγον, διηρπασμένοι τε παρὰ τοῦ Σατανᾶ, καὶ μερίδες ἀλωπέκων γεγονότες, ἐπειδὴ πεπιστεύκασιν εἰς Χριστὸν, πεπλουτήκασι πατέρα τὸν Θεὸν ὡς κηδεμόνα, καὶ νυμφίον τὸν Χριστὸν τὰς θείας αὐτοῖς ἐνιέντα γονὰς, ὡς συναφθέντες αὐτῷ διὰ τῆς πίστεως. Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. (E f. 125 b) Τόπος ἅγιος τοῦ Θεοῦ οἱ ἀγαπῶντες αὐτὸν, ἢ καὶ παντὸς ἁγίου ψυχή. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. (A f. 337 b) Βεβαίαν αὐτοῖς, φησὶ, καὶ ἀσφαλῆ χαρίζεται τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς διαμονήν. Τοῦτο γάρ ἐστι τὸ ἐν οἴκῳ κατοικίζεσθαι παρὰ Θεοῦ. Τίς δὲ ὁ μονότροπος, εἰπεῖν ἀναγκαῖον. Πολλοὶ μὲν γὰρ παρεδέξαντο τὴν εἰς τὸν Κύριον πίστιν, ἀλλ' οὔπω παντελῶς τὴν ἑαυτῶν διάνοιαν ἀποστήσαντες τῆς ἀρχαίας ἀπάτης, νοσοῦσι ἐκ μέρους. Θεὸν μὲν γὰρ εἶναι πιστεύουσι Χριστὸν, ἀλλ' ἔχουσιν Ἑλληνικὰς διαθέσεις ἐν ἑαυτοῖς· καὶ γὰρ παραιτοῦνται τῶν ἐδεσμάτων τινὰ ὡς βδελυρὰ, καὶ ἡμέρας παρατηροῦνται· ἀλλὰ καὶ εἱμαρμένην τινὰ καλοῦσι καὶ τύχην καὶ γένη ἀναπλάττοντες, δι' αὐτῶν νομίζουσι διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα. Ὁ δὲ οὕτω πεφρονηκὼς, καὶ τοῦτο μετὰ πίστιν, οὐκ ἔστι μονότροπος, πολυγνώμων δὲ μᾶλλον καὶ πολύτροπος καὶ ἀνασφαλὴς καὶ σεσαλευμένος. Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ. (A f. 338) Ὅμοιον τῷ, «Ὁ λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύπτεσθε.» Δεσμοὶ δὲ καὶ σκότος ἡ τῶν εἰδώλων λατρεία καὶ ἡ ἐν ᾅδῃ κατοχή. Τοῦτο οὖν φησιν, ὅτι καὶ ἐν ᾅδῃ πορευθεὶς ἐν ἰσχύϊ θεότητος καὶ τοῖς ἐκεῖ πνεύμασιν ἐκήρυξεν ἀπειθήσασί ποτε, καὶ τοὺς σειραῖς ἁμαρτημάτων πεπεδημένους καὶ δεσμοῖς πρότερον διαβολικοῖς κατεσφιγμένους ἠλευθέρωσε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὅντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν τοῦ θανάτου δεσμῶν. Οὐ μόνον δὲ τοὺς ἐξ ἐθνῶν πι-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
