Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1149
Not analysed yet
ἀνθρώπῳ, ἀλλ' ἐμετρήθη τῇ φύσει τῶν παραδεχομένων. Διὸ ἔλεγε· «Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Κληρονομία δὲ Χριστοῦ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, κατὰ τὸ, «Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Ταύτῃ οὖν ἀφωρίσθη κατὰ βουλὴν Θεοῦ καὶ εὐδοκίαν ὁ λόγος ὁ εὐαγγελικός. Τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. (E f. 126 b. Κυρίλλου καὶ Ἡσυχίου.) Δηλαδὴ τοῖς ἀποστόλοις· πολλὴν γὰρ δύναμιν διασημειῶν καὶ θαυμάτων δίδωσιν. Ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. (E f. 126 b, F f. 99 b) Διεμερίσαντο γὰρ τὴν ὑπ' οὐρανὸν οἱ μακάριοι μαθηταί· καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἐκήρυξαν. Διείλοντο τοίνυν σκύλα· τοὺς γὰρ πάλαι τῷ διαβόλῳ λελατρευκότας ταῖς νουθεσίαις ἁρπάζοντες, προσεκόμιζον τῷ Χριστῷ εἰς ὡραιότητα τοῦ οἴκου αὐτοῦ. Ὡραιότης γὰρ καὶ κόσμος ἐστὶν Ἐκκλησιῶν ἡ τῶν εἰς Χριστὸν πιστευόντων ἁγία πληθύς. [Πτέρυγες περιστερᾶς περιηργυρωμέναι. Εὐειδεστάτην ἡμῖν ὁ λόγος ζωγραφεῖ περιστερὰν, καὶ οἷον περιηργυρωμένην τὸ χρῶμα· ὥσπερ ὅταν εἴ τις ἐπὶ ἀργύρῳ λαμπρῷ καὶ διαστίλβοντι χρυσὸν ἐνδύσῃ, ἢ εἶδος ἐγχαράξῃ περιστερᾶς, καὶ φαίνηται συμμιγὲς χλωρὸν τὸ ἐν τοῖς μεταφρένοις χρυσίον, οἱονεί πως ὠχρῷ συμμεμιγμένον χρώματι, τότε περικαλλεστάτην ἀπεργάζεται τὴν περιστεράν. Ἂν τοίνυν ἐπαναπαύσωνται τοῖς ἐμοῖς κλήροις, φησὶ, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς περιηργυρωμέναι, ἐχούσης δὲ καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· τουτέστιν, ὡς περικαλλεστάτη γενήσεται περιστερά. Οὐ γὰρ ἔτι φρονοῦσι τὰ ἐπὶ τῆς γῆς· ἀναπτήσονται δὲ ὥσπερ ἐν τοῖς οὐρανοῖς· ἤτοι ὡς φρονεῖν τὰ ἐν τοῖς οὐρανοῖς. Ἀνωνύμου. Πτέρυγας λέγει περιστερᾶς τὴν χάριν τοῦ Πνεύματος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπὶ τὰ Ἰορδάνου ἐπεφοίτησε ῥεῖθρα· ταύτης δὲ τὰ μὲν ἁπλούστερα καὶ λευκότερα τοῖς ἁπλουστέροις προσφέρεται, τοῖς τε τελειοτέροις δὲ τὰ βαθύτατα. Τὰ μυστήρια γὰρ, φησὶ, μοῦ ἐμοὶ καὶ τοῖς ἐμοῖς. Καὶ τοὺς μὲν ὡς ἀτελεῖς γάλα ποτίζει, τοῖς δὲ τὴν στερεὰν προσφέρει τροφήν. Κλήρους δὲ τὰς δύο Διαθήκας καλεῖ. Ἐὰν οὖν ἑκατέρᾳ, φησὶ, διδασκαλίᾳ προσέλθητε, ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσέταξεν. Ἀκίνητος γὰρ ὁ ὑπνῶν.] Χιονωθήσονται ἐν Σελμών. (A f. 339, E f. 127, H f. 144 b) Οἱ ἀπόστολοι δηλονότι λαμπρυνθήσονται· οὗτοι τοίνυν ἐχιονώησαν ἐν Σελμών. Τὸ δὲ ἐν Σελμὼν Ἑβραϊκὴ μέν ἐστιν ἡ