# Expositio in Psalmos 69.1152

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1152

φωνὴ, ἑρμηνεύεται δὲ ἀνταπόδοσις. Καὶ αὐτοὶ γοῦν οἱ διασταλέντες χιονωθήσονται ὡς ἐν ἀνταποδόσει, τουτέστι λαμπροὶ γενήσονται, μισθὸν ὥσπερ τῆς εἰς Χριστὸν γνησιότητος λαβόντες τὴν λαμπρότητα. Προλέγει οὖν τὴν τῆς Πεντηκοστῆς ἡμέραν, καθ' ἣν τὸ Πνεῦμα ἐν Σελμὼν, τουτέστιν ἐν Ἱερουσαλὴμ, ἐδέξαντο καὶ ἐλαμπρύνθησαν οἱ ἀπόστολοι, οἷς διῄρει τὴν τῆς οἰκουμένης βασιλείαν, καὶ τῷ μὲν τῶνδε τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστατεῖν ἐκέλευεν. [Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον. Πῖον δὲ ὄρος φησὶν εἶναι, καὶ μὴν καὶ τετυρωμένον· πῖον μὲν, ὡς ἔνυδρόν τε καὶ πρὸς τούτῳ καὶ εὐανθὲς, διά τε τοῦτο πολλὰς ἔχειν δυνάμενον προβάτων ἀγέλας. Πλεῖστα γάρ εἰσιν ἐν Ἐκκλησίαις τοῦ Σωτῆρος τὰ θρέμματα τοῖς τῆς θεοπνεύστου Γραφῆς ἐνσπαταλοῦντα λόγοις, καὶ τὸν θεῖόν τε καὶ οὐράνιον ἐκπίνοντα λόγον. Ἐν ταύταις γάρ ἐστιν ὁ Χριστὸς, ὁ λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Πῖον τοίνυν ὄρος, ὡς ἔνυδρόν τε καὶ εὐανθὲς νοητῶς· ἔστι δὲ καὶ τετυρωμένον, τουτέστι, πεπηγὸς καὶ συνεστραμμένον. Ἔκλυτον γὰρ οὐδὲν ἢ ὑδαρὲς ἐν Ἐκκλησίᾳ, ἀλλ' ἔστι τὰ πάντα συνεσφιγμένα πρὸς εὐσέβειαν.] Τὸ ἄρμα τοῦ Θεοῦ μυριοπλάσιον. (A f. 340, E f. 127 b) Ἅρμα τοῦ Θεοῦ τὰς οὐρανίους καὶ νοητὰς δυνάμεις φησὶν, ἐν οἷς ἐποχεῖται Θεός. Εἶεν δ' ἂν ἅρμα καὶ οἱ ἀπόστολοι, οἷς ἐποχούμενος ὁ Θεὸς Λόγος διατρέχει τὴν ὑφήλιον· καὶ οἱ μετ' ἐκείνους καθαροὶ, εὐθηνοῦντες ταῖς ἀρεταῖς, καὶ καρποφοροῦντες Θεῷ τὴν εὐσέβειαν, καὶ μυριοπλασίους ὄντες, τῶν παρ' Ἰουδαίοις πάλαι τῆς θείας ἐπιβάσεως ἀξίων. Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. (A f. 340) Εἰς ποῖον ὕψος ἀναβέβηκεν ὁ Κύριος; Εἰς τὸ τοῦ σταυροῦ, ὡς αὐτός σε διδάσκει λέγων· «Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς,» τουτέστιν, ὅταν τὸν ὑπὲρ τῆς πάντων ζωῆς ὑπομείνω σταυρὸν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανὸν διὰ τοῦ τιμίου σταυροῦ, καταργήσας τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πάντας ἑλκύσας πρὸς ἑαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώπῳ. Καὶ γὰρ ἀπειθοῦντας, κ.τ.λ. (E f. 127 b, F f. 100. Κυρίλλου καὶ Ἀθανασίου.) Καὶ ποῖα ταῦτά ἐστιν, αὐτὸς ὁ Υἱὸς σαφηνιεῖ λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ' ἐμοῦ,» καὶ τὰ ἑξῆς. Τοὺς γὰρ ἀπειθοῦντας πάλαι καὶ πλανωμένους ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἵνα ἐν αὐτοῖς κατοικήσας διὰ τοῦ Πνεύματος, υἱοὺς αὐτοὺς ἀποφήνῃ Θεοῦ.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
