# Expositio in Psalmos 69.1164

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1164

με προσήλων, τάχα που σὺ πρῶτος ἔγνως, ὁ Θεὸς, ὃν οὐδὲν οἷόν τε λανθάνειν· ἢ ἀφροσύνην μέν φησι τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Μωρίαν μὲν οὖν τοῦ Χριστοῦ τὸ πάθος, ἀσθένειαν δὲ τὸν σταυρὸν ὠνόμαζον. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν· σῇ γὰρ κρίσει γεγένηται. Τοῦτο δὲ λέγει ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ, «Αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν,» ὅμοιον τῷ, «Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου. (E f. 131 b) Τῇ τοιαύτῃ χρήσαιτο φωνῇ, ὅστις ἐστὶν θεοσεβὴς ἀληθῶς καὶ πίστιν ἔχων ὀρθὴν καὶ ἀκαπήλευτον. Διωκομένης γὰρ τῆς εὐσεβείας ἀπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν, ἀσθενείτω διάθεσις ἡ πρὸς γενεὰς καὶ γένη· καὶ τῆς τοῦ Θεοῦ δόξης καταπεφρονημένης, ἀργείτω τότε καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης ὁ νόμος· ἀγαπάσθω δὲ μόνος καὶ ὑπὲρ πάντας ὁ τῶν ὅλων Θεός· αὐτῷ γὰρ τὴν οἰκείαν ὀφείλομεν ζωήν. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμούς μοι. (A f. 347) Εἴποι δ' ἄν τις· Καὶ μὴν φάγου καὶ οἰνοπότου δόξαν ἠνέγκατο παρὰ τοῖς κακοήθεσιν· πῶς οὖν νῦν φησιν ὅτι ὠνειδίζετο ὡς νηστεύων; Πρὸς ὃ ῥητέον, ὅτι σπανίως καλούμενος ἀπῄει πρὸς τὰ συμπόσια αὐτός τε καὶ οἱ μαθηταί. Οἱ δὲ διαβάλλοντες, τούτοις ἐχρῶντο τοῖς λόγοις, τὸν λοιπὸν τῆς αὐτοῦ διαίτης ἀγνοοῦντες καιρόν. Πλὴν ἀρκείτω πρὸς ἀπόδειξιν ἡ συνεχὴς τεσσαρακονθήμερος νηστεία. Ἐπληροῦτο δὲ ταῦτα καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε, λοιπὸν αἰρομένου τοῦ νυμφίου, ἐνήστευον οἱ μαθηταὶ, ὥστε καὶ αὐτὸν εἰκὸς προορῶντα τὸ πάθος καὶ τὰ παρακολουθοῦντα τοῖς Ἰουδαίοις κακὰ, καταπονεῖν τὴν ψυχὴν ἐν νηστείᾳ· κωλυτικὴ γὰρ τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως ἡ νηστεία. (E f. 132) Γελῶσί τινες τῶν ἁγίων τοὺς πόνους, καὶ ὀνειδισμοῖς ποιοῦνται πρόφασιν τὰ ὄντως τεθαυμασμένα. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. (A f. 347) Καὶ ὁ Σωτὴρ δὲ ὑπὲρ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται· ὁ γὰρ σάκκος τὴν σκληρὰν αἰνίττεται δίαιταν καὶ τὸ πένθος. Ἀλλὰ καὶ τοῦτο εἰς παραβολὴν γέγονε τῷ Κυρίῳ, τουτέστιν εἰς ὄνειδος. Σύνηθες γὰρ τοῖς φαύλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι' ἃς ἔχουσι κακοπαθείας· εἰκὸς δὲ τὸν Χριστὸν μετὰ τὸ ἀναιρεθῆναι, παραβολὴν γενέσθαι τοῖς Ἰουδαίοις· οἷον, Τοιαῦτα πάθοι ὁ ἐχθρὸς ἡμῶν οἷα καὶ ὁ ἐσταυρωμένος. Κατὰ δέ τινας διὰ τοῦ σάκκου, τὸ σῶμα σημαίνεται σκληρὸν ὂν καὶ ἀντίτυπον· διὰ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
