# Expositio in Psalmos 69.1168

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1168

Μή με καταποντισάτω καταιγὶς ὕδατος, κ.τ.λ. (A f. 348, B f. 288 b, E f. 132 b, H f. 173 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ὕδατος δὲ καταιγίδα καὶ βυθὸν καὶ φρέαρ ὀνομάζειν ἔοικεν ἢ τοὺς ἐν τῷ πειράζεσθαι κινδύνους, ἢ καὶ αὐτὸν ἔσθ' ὅτε τὸν ᾅδην. Φησὶ γάρ· «Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·» ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη. Δηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ,» τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· «Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ' ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· «Καταιγὶς κατεπόντισέ με,» νῦν λέγει· «Μή με καταποντισάτω;» Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχεται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυσπρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ' αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ' ἀεὶ προσευχόμενον λέγειν· «Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου. (A f. 348 Κυρίλλου καὶ Εὐσεβίου). Διὰ τί δὲ καὶ ὁ Μονογενὴς χρῄζει τοῦ εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος, αὐτὸς τὴν αἰτίαν λέγει· «Ὅτι χρηστὸν τὸ ἔλεός σου,» τουτέστι, Διὰ τοῦτο εἰσακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ ἀνθρώπων εἰκότως ταῦτα ἀναδέχομαι. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου. (A f. 348 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ἐπεὶ δὲ καὶ ὁ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποστραφεὶς ἦν τὴν τοῦ ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν πρὸς αὐτὴν ἐπιστρέψαι τὸν Πατέρα τὸ πρόσωπον ὁ Χριστὸς παρακαλεῖ, καὶ μὴ ἐπιμεῖναι ὀργιζόμενον, ἐκ μεταφορᾶς τῶν ἐν ταῖς ὀργαῖς ἀποστρεφόντων τὸ πρόσωπον. Ἀποστροφὴ δὲ Θεοῦ ἡ ἐγκατάλειψις. Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. (A f. 348 b, H f. 174 b, Κυρίλλου καὶ Εὐσεβίου.) Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν, ταχεῖαν μοι παράσχου παραψυχήν. Τί τὸ θλίβον; εἰπέ· ἐξήγησαι τὸ λυποῦν, ὦ Δαβίδ. Ἄκουε τοίνυν λέγοντος ἐναργῶς· «Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
