# Expositio in Psalmos 69.1169

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1169

ὡσεὶ φορτίον ἐβαρύνθησαν ἐπ' ἐμέ.» Οὐκοῦν πρόσελθε τῷ λέγοντι· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» (A f. 348 b) Φαίη δ' ἂν καὶ ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Ὑπὲρ τοῦ κοινοῦ κτήματος θλίβομαι τοῦ ἀνθρώπου, ὥστε ἐλευθερῶσαι τὸν ἀφ' ἡμῶν αἰχμάλωτον. Ταχὺ δὲ εἰσάκουσον, ἐπειδὴ χρῄζει ταχύτητος τὸ κατ' αὐτὸν μυστήριον. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. (A f. 348 b, E f. 133, F f. 104 b) Εἴποι δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Λύτρωσαι τὴν ψυχήν μου ἀπὸ τοῦ κατασχόντος, δηλονότι θανάτου. Καὶ ποῖος ἄρα ἐστὶν ὁ τῆς λυτρώσεως τρόπος; Ἡ ἐν Χριστῷ δικαίωσις, ἡ διὰ πίστεως σωτηρία, τῶν πλημμελημάτων ἡ ἄφεσις ἡ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὕτως ἐλυτρώσατό ποτε τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν σκιαῖς καὶ τύποις προκαταγράφων ἡμῖν τοῦ Χριστοῦ τὸ μυστήριον, καὶ τὸ τοῖς ἀγγέλοις ἄγνωστον. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. (A f. 348 b) Καὶ ὁ Σωτὴρ δὲ ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Εἰ δέ τις ἐπαπορήσοι πῶς τοσαῦτα δεηθεὶς ὁ Χριστὸς, οὐκ ἐξέφυγε τοὺς πειρασμοὺς, ἀκουσάτω ὅτι ηὔχετο μὲν ὡς ἄνθρωπος μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπεὶ δὲ συνέφερε παθεῖν αὐτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, κατεδέξατο τὰ πάθη, προελόμενος τὸ θεῖον θέλημα παρὰ τὸ ἀνθρώπινον. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. (A f. 349) Καὶ ὁ Σωτὴρ δὲ πρὸς τὸν Πατέρα, Οἶδας, φησὶ, τὸν ὀνειδισμὸν ὃν ὑπὲρ τοῦ σοῦ ὠνειδίσθην ὀνόματος, τὴν αἰσχύνην ἣν ὑπὲρ ἀληθείας ἀνέτλην τῆς σῆς, τὴν ἐντροπὴν ἣν ὑπὲρ τῆς δόξης ὑπέσχον τῆς σῆς. Οἱ γὰρ θλίβοντές με, οἱ κολαφίζοντες, οἱ σταυροῦντες, ἐνώπιον πάντα δρῶσι τῶν σῶν ὀφθαλμῶν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. (A f. 349, B f. 289 b) Ἐντεῦθεν καὶ ὁ Χριστὸς τὸ πάθος διηγεῖται, ὃ καὶ σαφῶς ἡμῖν οἱ εὐαγγελισταὶ διηγήσαντο. Οὐχ ὑπῆρχε δὲ ὁ συλλυπούμενος καὶ ὁ παρακαλῶν, διὰ τὸ καὶ τοὺς μαθητὰς ἄλλον ἀλλαχοῦ φυγεῖν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. (A f. 349, B f. 289 b, E f. 133 b, H f. 177, Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν, πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ' ὀδύνης ἐσθίουσι καὶ ἡ ἡδίστη τροφή. Ἐπισημαίνονται δὲ καὶ οἱ μακάριοι εὐαγγελισταὶ, ὅτι δεδιψηκότι τῷ Χριστῷ, κατὰ τὸν τοῦ σταυροῦ καιρὸν, καὶ πιεῖν αἰτήσαντι προσεκόμισαν «ὄξος χολῇ συμμιγέν· καὶ γευσάμενος, φησὶν, οὐκ ἤθελεν πιεῖν·» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ ψαλμικὴ αὕτη.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
