Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1172
Not analysed yet
Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. (A f. 349. Κυρίλλου καὶ Θεοδωρήτου.) Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευεν· «Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα καὶ εἰς τιμωρίαν·» ὥστε συλληφθῆναι ἐντεῦθεν καὶ τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνειν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὰ παραπλήσια ὑπομείνειαν, ὧν πεῖράν με λαβεῖν παρεσκεύασαν. Οὐαὶ γὰρ τῷ ἀνόμῳ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. (A f. 349 b, B f. 290, II f. 178. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν πειρασμῶν, ἵνα, μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες ἔλλαμψιν, Ἰουδαῖοι κακοὶ κακῶς ἀπόλωνται, διὰ τὰς σφῶν ἀπονοίας καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. Πῶς δὲ καὶ Ἰουδαῖοι οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Οἳ ἐπειδὴ σταυρῷ παρέδωκαν τὸν τῶν ὅλων Κύριον, ἔδυ μὲν αὐτοῖς ὁ ἥλιος, συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, σημεῖον ἐναργὲς τοῦ κατεσκοτίσθαι καὶ νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ὀφθαλμοὺς ἔχοντες οὐ βλέπουσι, διὰ τὸ παραιτήσασθαι τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἑκουσίως μῦσαι τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. (A f. 349 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ τὰς ὀσφύας αὐτῶν διαπαντὸς ἐξάρθρωσον· δουλείαν τῶν Βαβυλωνίων καταψήφισαι, Δέσποτα, ἵνα οἷς ποιοῦσι περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. Ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. (A f. 350) Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίπονον ἐκάλεσε τιμωρίαν. Καὶ ἐπὶ τοὺς σταυρωτὰς δὲ ὁ θυμὸς τῆς θείας ὀργῆς, οὐ μερικῶς ὡς πολλάκις, ἀλλὰ τελέως ἐξεκενώθη, καὶ κατέλαβεν αὐτοὺς πᾶν εἶδος τιμωρίας. Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν. (A f. 350. Κυρίλλου καὶ Θεοδωρήτου.) Σὺ μὲν, φησὶ, δίκας με τῆς παροινίας εἰσπραττόμενος, οἶόν τισι δημίοις παρέδωκας τοῖς Βαβυλωνίοις· οὗτοι δὲ πλείοσί με ἢ προσέταξαν κακοῖς περιέβαλον, καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν· «Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.»