# Expositio in Psalmos 69.1173

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1173

Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, αἰτίας ἐστὶ τοῦτο παράθεσις δι' ἢν τὰ τοιαῦτα πείσονται. (A f. 350) Ὅμοιον δὲ τῷ παρὰ τῷ Ζαχαρίᾳ· «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα.» Συγχωρήσας γὰρ παθεῖν τὸν Υἱὸν, αὐτὸς παραδοῦναι λέγεται. Πέπονθε δὲ καὶ ὁ Υἱὸς οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἑκών· ἦν γὰρ αὐτῷ τὸ πάθος τῷ κόσμῳ σωτήριον. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ τὴν σὴν εὐδοκίαν ἐν παταγμοῖς διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Οὐχ ὅτι οὖν ὁ Πατὴρ, ἀλλ' ὅτι κρεῖττον οἰκονομούμενος εἰς θάνατον, καθὼς προώριστο, παρέδωκε τὸν Υἱὸν, ἀνεύθυνοι ἂν εἶεν διὰ τοῦτο οἱ ταύτῃ ὑπηρετησάμενοι τῇ βουλῇ. Οὐ γὰρ ἀρέσαι Θεῷ σπεύδοντες τοῦτο ποιεῖν ἐδοκίμασαν, ἀλλὰ ψυχῆς αὐτοκινήτῳ παρανομοῦντες βουλῇ καὶ φθόνῳ στρατηγούμενοι φονικῷ, τοῦτο κατεπράξαντο. Εἶτα ἐπάγει, ὅτι «Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ θανάτῳ περιέβαλον· ἢ ὅτι οὐ μόνον ἀπέκτειναν, ἀλλὰ καὶ τὴν ἀνάστασιν αὐτοῦ διέβαλον καὶ ἐσυκοφάντησαν· διὰ τοῦτο πάλιν αὐτοῖς ἐπαρᾶται τὰ ἑξῆς. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν. (A f. 350 b, E f. 134. Κυρίλλου καὶ Εὐσεβίου.) Τοῦτό φησιν διὰ τὴν πρόσθεσιν τῆς Ἱερουσαλήμ. Ἀνομίαν ἐκάλεσε τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν. Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, ὅτι τῇ κατὰ τὸν Κύριον ἀνομίᾳ καὶ ἑτέραν ἀνομίαν προσθήσουσι, τὸν μὲν τοῦ Ζεβεδαίου Ἰάκωβον μαχαίρᾳ ἀπεκτονότες, ξύλῳ δὲ τὸν ἀδελφόθεον, καὶ λίθοις Στέφανον. Ἢ μία μὲν ἀνομία, ὅτι τὴν ἀλήθειαν ἐλθοῦσαν οὐκ ἐδέξαντο, τῇ σκιᾷ τοῦ νόμου παρανόμως προσκαθήμενοι· ἑτέρα δὲ ἀνομία, ὅτι ἐξωσθέντες τῆς Ἰουδαίας καὶ τοῦτό που τῆς τυπικῆς λατρείας, τελοῦσιν αὐτὴν ὅπου οὐκ ἔξεστι. Διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῆς διὰ πίστεως Ἰησοῦ Χριστοῦ, πόῤῥω δὲ γενήσονται καὶ τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. (A f. 350 b) Καὶ οἱ σταυρωταὶ δὲ, εἰ καὶ πρῶτοι ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας, ἀλλ' οὖν, ἐπειδὴ τοιαῦτα ἐτόλμησαν, εἰκότως ἐξαλειφθήσονται, οὐδὲ παρὰ Θεῷ ἐγγραφήσονται μετὰ τῶν ἐκλεγομένων δικαίων καὶ τῆς παρ' αὐτῷ ζωῆς ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ τῆς σωτηρίας παραιτησάμενοι. Τὰ γὰρ προστακτικῶς εἰρημένα, προαγορευτικῶς χρὴ ἐξακούεσθαι. Βίβλος δὲ ζωῆς, ἡ μνήμη καὶ ἡ γνῶσις τοῦ Θεοῦ· ἐκεῖ γράφεται τὰ ἔργα. Μακάριος οὖν ὁ τῆς ἐν τῇ ἄνω Ἱερουσαλὴμ γραφῆς ἀξιούμενος.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
