# Expositio in Psalmos 69.1184

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1184

[Καὶ τίνα δέ φησιν ἐν τούτοις πτωχὸν καὶ πένητα, ἢ δῆλον ὅτι τὸν ἐξ ἐθνῶν λαόν; Οὕτω γὰρ αὐτῶν καὶ ὁ Σωτὴρ διεμέμνητο λέγων διὰ φωνῆς Ἡσαΐου· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Πτωχοὶ γὰρ ἦσαν οἱ πλανώμενοι, πλοῦτον μὲν οὐκ ἔχοντες τὸν ἐξ ἀρετῶν, ἐστερημένοι δὲ καὶ τῆς ἀληθοῦς γνώσεως· καὶ, καθά φησιν ὁ μακάριος Παῦλος, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] Καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός. (E f. 143 b. Κυρίλλου καὶ Εὐσεβίου.) Καὶ τίνες οἱ προσευξάμενοι, ἢ δῆλον ἡμεῖς οἱ τὴν αὐτοῦ παραδεξάμενοι πίστιν; Ἀνατείνοντες γὰρ πρὸς Θεὸν τὰς εὐχὰς, τὴν τῶν ἀγαθῶν χορηγίαν αἰτοῦμεν δοθῆναι διὰ Χριστοῦ. Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον. (D f. 181, E f. 144, H f. 218 b) Ποῦ γὰρ οὐκ ἔστι Χριστὸς, ἢ ποῖον ἔθνος οὐ τετίμηται τῇ τοιᾷδε κλήσει; Πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ. Πῶς οὗν ἔλαβεν ὅπερ ἔχων ἀεὶ φαίνεται; [Πῶς ἢ τίνα τρόπον προέγνως; Καὶ γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριόν φησιν· ὃ, καθὼς ὁ πάνσοφος γράφει Παῦλος, σεσίγηται μὲν χρόνοις αἰωνίοις, ἐφανερώθη δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Εἰ τοίνυν προεγνώσθη Χριστὸς, προεγνώσμεθά που πάντως καὶ ἡμεῖς σὺν αὐτῷ.] Ὁ ποιῶν θαυμάσια μόνος. (G f. 64, L f. 171) Διεξελθὼν πάντα ἃ κατώρθωσεν ἐν τῇ οἰκονομίᾳ, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς Αὐτὸς εἶ ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνηθεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυναστείαν τοῦ Σατανᾶ, καὶ ἐξελέσθαι τοὺς ἐπιβουλευομένους τῆς τῶν δαιμόνων τυραννίδος. Σκόπει δὲ ὡς οὐχ ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ, οὔτε τὸ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ·» οὐδὲ τὸ, «Πρὸ τῆς σελήνης γενεὰς γενεῶν εἶναι.» Ἐκ πάντων οὖν δῆλον ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέλεκται. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ. Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ, δοξαζομένου τοῦ Υἱοῦ, συνδοξάζεται καὶ ὁ γεννήσας αὐτόν· δόξαν γὰρ εἶναί φησιν τοῦ Πατρὸς τὸν Υἱόν. Οὕτω γάρ που τὰς πρὸς αὐτὸν διαλέξεις ποιούμενος ὡς Υἱός· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς δοξάσῃ σε.» Τοῦτο τοίνυν τὸ ὅνομα, φησὶν, τουτέστι τὸ Υἱὸς ἤτοι Χριστὸς Ἰησοῦς, εὐλογημένον ἔσται εἰς τοὺς αἰῶνας.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
