Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1185
Not analysed yet
ΨΑΛΜΟΣ ΟΒʹ. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. (E f. 147) Πόλιν ὀνομάζει τοῦ Θεοῦ τὴν ἄνω καὶ νοητὴν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Εἰ μὲν γὰρ ἦσαν φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς ἐπουρανίου πόλεως κατηξίωντο. Ἐν τῇ βουλῇ σου ὡδήγησάς με. [Cod. M. f. 124] Ἐπειδὴ ὁ τῆς δικαιοσύνης ἐργάτης ἐπὶ τῇ τοῦ Θεοῦ χάριτι καυχώμενος ἔλεγεν· «Ἐκράτησας,» κ. τ. λ. ,τουτέστι, φύλακά με τῶν σῶν κατέστησας θελημάτων, ταύτης ἕνεκα τῆς αἰτίας μέγα καὶ ἐξαίρετον ἀποφαίνων ὁ τῶν ὅλων Θεὸς, οἱονεί πως ἀναφωνεῖ, καί φησι· «Τί γάρ μοι ὑπάρχει;» κ. τ. λ. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. (E f. 148) Μακρύνονταί τινες ἀπὸ τοῦ Κυρίου οὐ τοπικοῖς διαστήμασιν, ἀλλ' ὡς ἐντεύξει [cod. ἐν τάξει, uel ἐντάξει] καὶ γνώσει καὶ τρόποις. Οἱ μὲν γὰρ πονηροί τε καὶ ἄδικοι καὶ τοῖς ἑτέροις πλημμελήμασιν ἔνοχοι, μακρὰν εἶναι λέγονται Θεοῦ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» Οἱ δὲ ἀγαθοὶ καὶ δίκαιοι καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιστήμονες, ἐγγύς εἰσι τοῦ Θεοῦ. Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. (A f. 368, B f. 313, C f. 153 b, H f. 236 b) Μήτηρ πορνείας ἐστὶν ἀπιστία. Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐφορᾷν, ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχηται, ἢ τελεσιουργῇ τὸ κακόν; Ὅθεν ὡς μὴ μέλλειν τῶν γινομένων ὑπ' αὐτῶν τὸν Θεὸν ὑπολαμβάνοντες, εἰκότως ἐξολοθρευθήσονται. Παύσωμεν τῆς νοητῆς πορνείας τοὺς τρόπους, ἵνα μὴ τὸν τοῖς φιλαμαρτήμοσι πρέποντα καὶ ὀφειλόμενον ὄλεθρον ὑπομείνωμεν. Εἴη δ' ἂν νοητὴ πορνεία πᾶν εἶδος φαυλότητος καὶ ἀκαθαρσίας. Καὶ ἐπειδὴ αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ τοῦ ἐγγίζοντος, περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα καὶ τὸ κωλύον οὐδὲν γενέσθαι ἐγγύς. «Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. [Ἐμοὶ δὲ προσκολλᾶσθαι τῷ Θεῷ. Κολλώμεθα δὲ Θεῷ, κατὰ διάθεσιν ἐγγίζοντες αὐτῷ, καὶ τοῖς θείοις αὐτοῦ κατακολουθοῦντες θεσπίσμασιν. Οὔτω γάρ πού φησι καὶ αὐτὸς ὁ Σωτήρ· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθεῖ, καὶ, ὅπου ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός.»]