# Expositio in Psalmos 69.1188

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1188

ΨΑΛΜΟΣ ΟΓʹ. Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. (A f. 372) Αἰθίοπας γὰρ νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τὴν οὔπω κατηυγασμένην καὶ τὸ θεῖον οὐκ ἔχουσαν φῶς. Ἀλλ' οἱ μὲν προσπίπτοντες τῷ Υἱῷ, περὶ ὧν εἴρηται· «Ἐναντίον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» λαμπρύνονται παρ' αὐτοῦ καὶ διακεκράγασιν· «Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.» Οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται τὰς τοῦ ἀποστάτου δράκοντος κεφαλὰς, ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. (C f. 155 b, D f. 187, G f. 70) Τὰ ἐν τῇ ἐρήμῳ γεγενημένα φησὶ, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Τὸ δὲ Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον δὲ τῆς Ἰουδαίων χώρας ὁ Ἰορδάνης ἀνάκειται. Θέρος καὶ ἔαρ σὺ ἐποίησας. (A f. 372 b) Τάχα δὲ καὶ τὰ τέσσαρα τῆς ὑπ' οὐρανὸν κλίματα σημᾶναι θέλων ὁ Προφήτης, ἀναφωνεῖ πρὸς Θεόν· «Θέρος καὶ ἔαρ σὺ ἐποίησας,» τουτέστι τὰ θερινὰ καὶ νότια τῆς οἰκουμένης μέρη καὶ τὰ βόρεια καὶ ψυχρά. Ὡς τὸ, «Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας.» Παρῆκε δὲ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ὅτι ἀντίκειται τὸ μὲν θέρος τῷ μετοπώρῳ, ὁ δὲ χειμὼν τῷ ἔαρι. ΨΑΛΜΟΣ ΟΔʹ. Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. (A f. 375 b) Κατὰ μὲν ἱστορίαν τοῖς Ἀσσυρίοις καὶ Βαβυλωνίοις ἐντέλλεται μὴ βλασφημεῖν κατὰ τοῦ Θεοῦ, μηδὲ μέγα φρονεῖν ἐπὶ τῇ ἰδίᾳ ἰσχύϊ. Τὸ γὰρ κέρας λαμβάνεται μὲν εἰς εἰκόνα ἰσχύος, ἤγουν βασιλείας, κατὰ τὸ περὶ Χριστοῦ εἰρημένον· «Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ,» τουτέστιν ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία. Κατασημαίνει δὲ καὶ ὑπεροψίαν, ὡς ἐνταῦθα τὸ, Μὴ ὑψοῦτε κέρας. Πρὸς δὲ νοῦν, λέγοι ἂν ὁ Σωτὴρ, ὅτι Στερεώσας τῆς Ἐκκλησίας τοὺς στύλους, τουτέστι τοὺς ἀποστόλους, τοῖς ἄλλοις παρῄνεσα μὴ παρανομεῖν· δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τῶν ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι' οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. Ὅλας γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας οἱ Φαρισαῖοι χαλάσαντες, εὐτροχωτάτην ὥσπερ κατὰ Χριστοῦ τὴν δυσφημίαν ἐποιοῦντο, καὶ παρηνόμουν, ὃν ἥκιστα ἐχρῆν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
