# Expositio in Psalmos 69.1189

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1189

δυσσεβῶς κατακρίνοντες. Ὕψουν δὲ καὶ τὸ κέρας, ἐπίστασθαι τὸ θέλημα τοῦ Θεοῦ διισχυριζόμενοι ἐν τῷ λέγειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός.» Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ Θεοῦ ἀδικίαν. (A f. 375 b, G f. 72, H f. 257 b, L f. 177) Ἁμαρτάνουσι δὲ καὶ λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰδωλολατροῦντες· ἐπαίρουσι δὲ ὥσπερ εἰς ὕψος τὸ κέρας, καὶ γαῦρον ἐκτείνουσι τὸν αὐχένα Θεῷ προσκρούοντες οἱ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. (G f. 72) Διὰ τούτων τὸν πάντα κόσμον τῆς οἰκουμένης [σημαίνει·] ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ' ἧς ὁ ἥλιος ἔξεισι· δυσμὸν δὲ τὴν ἑσπερίαν· ὄρη τε ἔρημα τὸ ἀρκτῷον καὶ νότιον· ταῦτα γὰρ δι' ἀμετρίαν κρυοῦ τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ παρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδὲν τῶν ἐν πάσῃ τῇ οἰκουμένῃ παρανομούντων λάθοι τὸν Θεόν. ΨΑΛΜΟΣ ΟΕʹ. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. (A f. 378 b, E f. 152 b) Καὶ προφῆται καὶ ἀπόστολοι ὄρη λεχθεῖεν ἂν διὰ τὸ ὑψηλὸν τῆς ἐνούσης αὐτοῖς ἀρετῆς, καὶ ὅτι χθαμαλὸν καὶ χαμαιριφὲς ἐν αὐτοῖς οὐδέν· αἰώνια δὲ, σώζεται γὰρ καὶ διαμένει διηνεκῶς ὁ παρ' αὐτῶν κηρυχθεὶς παρὰ Θεοῦ λόγος. Φωτιζόμεθα οὖν δι' αὐτῶν, τουτέστιν ὁδηγούμεθα, διδασκόμεθα. Σὺ φοβερὸς εἶ. —Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα. (E f. 1 53. Κυρίλλου, Διδύμου, Ἐφρ.) Τὸ φοβερὸν αἰνίττεται διὰ πάντων. —Κύκλῳ δὲ αὐτοῦ τοὺς ἁγίους καλεῖ τὰς ἀρετὰς προσφέροντας. ΨΑΛΜΟΣ Οϛʹ. [Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Οἱ μὲν γὰρ πλοῦτον ἔχοντες τὸν ἐπίγειον καὶ δι' αὐτοῦ πολλάκις τὰς τῶν ἐπιβουλευόντων ἐφόδους ἀποσκευάζονται. Ὅπλον δὲ τῷ δικαίῳ Θεὸς, καὶ τὸ διὰ τῆς ἄνωθεν ἐπικουρίας σώζεσθαι προσδοκᾷν.] Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (D f. 191 b) Τὸ δὲ «Ἠδολέσχησά» φησιν ἀντὶ τοῦ Πεφρόντικα καὶ ἐν μερίμναις γέγονα λεπταῖς, ὥστε καὶ ἐγγὺς γενέσθαι μικροψυχίας. Εἶτα τί γέγονεν, ἢ ποῖον ἦν ὅλως τὸ πρᾶγμα τὸ ἀδολεσχεῖν ἤτοι μεριμνᾷν ἀναπείθων, διαδείκνυσιν ἐφεξῆς λέγων· «Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου.» Καὶ δὴ τοῦτο τί πάλιν ἐστίν· Ὅτε πολέμιοι περικαθέζονται πόλιν, ἐὰν μὲν ὁρῶσιν τὰς φυλακὰς ἤτοι τὰς ἐπάλξεις, οἱ οἰκοῦντες αὐτὴν ἐν ἐλπίσιν εἰσὶ τοῦ σώζεσθαι· ἐὰν δὲ νυστάξωσιν, εἶτα ἐπελθόντες οἱ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
