Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1192
Not analysed yet
ἐχθροὶ λάβωσι τὰς φυλακὰς καὶ ὑπερβῶσι τὰ τείχη, τότε καὶ νενικήκασιν. Ὅταν οὖν ὁ Ψαλμῳδὸς, ὡς ἐξ ὁμοιώματος τοῦ τοιούτου πράγματος, λέγει· «Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου,» διδάξαι βούλεται, ὅτι Νενικήκασί με πάντες οἱ ἐχθροί μου, καὶ κεκρατήκασιν οἱ πολέμιοι. Καὶ μετ' ὀλίγα. Ὡς πόλιν νενικήκασιν καὶ κεκρατήκασιν οἱ ἐχθροί. [Αὔτη ἡ ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου Δεξιὰν ἀντιλαμβανομένην ἁγίων, καὶ σώζουσαν αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς, καὶ ἀνατρέπουσαν τοὺς ἀνθεστηκότας, τὴν τοῦ Πατρός φησι, τὴν ἄχρονον καὶ ἀΐδιον· ἥτις ἐστὶν ὁ Μονογενής. Διὰ γὰρ τοῦτο αὖθίς με βαλὼν, ἐπάγει· Ἠλλοίωμαι κἀγὼ, πεφρόνηκα λοιπὸν ὀρθῶς. Διάκειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἁγίους.] (A f. 384, E f. 119, Κυρίλλου καὶ τοῦ Θεολόγου.) Νοήσεις δὲ καὶ ὧδε· Νῦν ἠρξάμην νοεῖν ὀρθῶς καὶ ἐπιστημονικῶς ὅπερ ἂν οἰκονομικῶς ἐργάζεται Θεός· ὅτι ὁ Χριστὸς καθ' ἡμᾶς γέγονε καὶ εἰς τὸ κρεῖττον ἠλλοίωσεν. Ἠλλοίωμαι γὰρ κἀγὼ ἐκ διαθέσεως εἰς διάθεσιν· πεφρόνηκα λοιπὸν ὀρθῶς· διάκειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἀξίους. Καὶ πᾶς δὲ, ἤτοι ἐκ κακίας ἐπιστρέφων, ἢ ἐν ἀρετῇ μένων καὶ προκόπτων, λεγέτω· «Νῦν ἠρξάμην·» αὕτη ἡ ἀλλοίωσις, ἣν ἡ δεξιὰ τοῦ Ὑψίστου χαρίζεται, τὸ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖζον προκόπτειν. Ὁ γὰρ προκόπτων εἰς ἀρετὴν, οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Λέγεται δὲ καὶ ὁ Μονογενὴς ἀλλοιωθῆναι, ὡς τῆς θείας φύσεως συγκαταβάσεσι πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης, οὐ κατὰ βολὴν, ἀλλὰ κατὰ πρόσληψιν. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. (E f. 155) Ὁδὸν γὰρ εἶναί φησι τοῦ Θεοῦ τὰς ἀληθείας οἰκονομίας, τὰς ἐφ' ἑκάστῳ πράγματι διοικήσεις, τουτέστιν ἐν παντὶ πράγματι δικαίῳ καὶ ἁγίῳ. Σὺ εἶ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν θαυμάσια, ὅτι μόνος ἐστὶ φύσει καὶ ἀληθείᾳ Θεός. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου. (E f. 155, Κυρ. ,Ἡσυχ. ,Διδ.) Δύναμιν καὶ βραχίονα νοήσεις εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. [Κολαζομένων γὰρ Αἰγυπτίων καὶ τὰς ἀφορήτους ἐκείνας ὑπομενόντων πληγὰς, ὁ Ἰσραὴλ ἐπαιδεύετο, καὶ ὡς ἥτις ἐστὶν ἡ τοῦ σώζοντος δύναμις δι' αὐτῶν ἐπαιδεύετο τῶν πραγμάτων.] Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι. (B f. 329, C f. 162 b, G f. 77 b, H f. 281 b, L f. 181) Λυτροῦται τὸ σωτήριον βάπτισμα, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπαλλάττει γοργῶς. Κατακρατεῖ γὰρ ἡμῶν διὰ τῆς ἁμαρτίας τῆς οὔσης ἐν τοῖς μέλεσιν ἡμῶν. Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται, κ. τ. λ. (A f. 385 b) Κατὰ δὲ τροπολογίαν, τὰ πλήθη τῶν