# Expositio in Psalmos 69.1193

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1193

ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα, ἰδόντα τὸν εἰς ἀνθρώπους ἐπιδεδημέντα Θεὸν, φόβον ἀνέλαβον σωτήριον ὃς ἀρχή ἐστι σοφίας. Αἱ δὲ ἄβυσσοι, τὸ τάγμα τῶν ἀπίστων, ἐταράχθησαν ἐπανιστάμεναι κατὰ τῆς Ἐκκλησίας. Αἱ δὲ νεφέλαι αἳ ἐκελεύσθησαν μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα τὸν Ἰσραὴλ, οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἳ τὸν εὐαγγελικὸν διακονοῦντες λόγον, καὶ καθ' ὅλης τῆς οἰκουμένης τὸν οὐράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Καὶ τὰ σωτήρια βέλη καὶ ἐκλεκτὰ τὰ, τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, αὐτοὶ πάλιν οἱ ἀπόστολοι, ἢ τὰ πεπυρωμένα τοῦ Θεοῦ λόγια, καὶ ἡ τοῦ Πνεύματος ἐνέργεια, πανταχοῦ διεπορεύθησαν. Ἀλλὰ καὶ ἡ βροντὴ, ὁ εὐαγγελικὸς λόγος ὁ κατακτυπήσας τὴν ὑπ' οὐρανὸν, ἐξ οὗ καί τινες υἱοὶ βροντῆς ὠνομάσθησαν. Ἐν τῷ τροχῷ διεδόθη, τουτέστιν ἐν τῷ κόσμῳ τούτῳ τῷ σφαιροειδεῖ καὶ κυκλοφορικῶς κινουμένῳ· ἐν ᾧ ἕτερος τροχός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, κατὰ τὸ ἐν Ἰεζεκιὴλ, «Τροχὸς ἐν τροχῷ.» Ἀλλὰ καὶ ἀστραπαὶ αἱ τὸ νοητὸν ἡμῖν ἐξαστράπτουσαι φῶς, οἱ τοῦ Εὐαγγελίου ἱερουργοὶ, πρὸς οὓς ἐῤῥέθη· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου,» μέχρι τῶν περάτων τῆς γῆς ἔφαναν. Οὐ γάρ πού φαμεν ὅτι τῆς εἰς ὑετοὺς γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην ὁ Δαβὶδ, ἀλλὰ τὴν τοῦ νοητοῦ καὶ θείου φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ἤθελε κατασημαίνειν ὀνόματι. Ἰστέον δὲ ὅτι καὶ πᾶς ἅγιος οὐ γεγωνίωται οὐδὲ ἔχει τι σκολιὸν, ἀλλὰ τροχός ἐστιν ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος· καὶ ἡ φωνὴ τῆς σοφίας ἐν τῷ τοιούτῳ γίνεται μηδὲν ἔχοντι καμπύλον. Ὁ δὲ ἁμαρτωλὸς τά τε ἄλλα σκολιός ἐστι· κἂν εὔχηται, ἐν ταῖς γωνίαις εὔχεται, κατὰ κεκλιμένας εὐθείας καὶ οὐ τὴν ἐπ' εὐθείας φέρουσαν ὁδὸν τῆς ψυχῆς αὐτοῦ. Ἡμᾶς δὲ καὶ αἰσθηταὶ μὲν ἀστραπαὶ ἐπιστρεφέτωσαν πρὸς τὸν βροντῶντα καὶ ἀστράπτοντα Θεόν· ἔχουσι γάρ τι θαυμαστὸν, τὸ τὰς αὐγὰς ἀθρόον φαινομένας φαίνειν τῇ οἰκουμένῃ, ὤστε λύεσθαι τὸ τῆς νυκτὸς σκότος· οὐ μόνον γὰρ ἤλιος λόει τὸ σκότος, ἀλλὰ καὶ ἀστραπή. Εἰ δὲ δεῖ κἀνταῦθα προσαναμεῖναι τῷ λόγῳ, ὥσπερ κατά τι παράδειγμα, τροχοὶ ὄντες δέχονται τὴν φωνὴν οἱ μεγαλόφωνοι ἀπόστολοι τοῦ κατὰ τὸ Εὐαγγέλιον λόγου· οὕτω καὶ ἀστράπτουσι, καὶ λάμπει αὐτῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ἔστιν ἰδεῖν ἀστραπὰς τῶν νοημάτων αὐτῶν καὶ τῶν πράξεων. ΨΑΛΜΟΣ ΟΖʹ. Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. (F f. 122) Σέσωκε δὲ καὶ ἡμᾶς κατὰ τὸν ἴσον τρόπον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· διεβίβασε γὰρ ἡμᾶς καὶ παρεσκεύασεν, καθάπερ τινὰ θάλασσαν, τοῦ παρόντος βίου τὸν κλύδωνα, τὰς ἐπαναστάσεις, τοὺς πειρασμοὺς, τὰ κύματα. Κεκρατήκαμεν δι' αὐτοῦ καὶ τῶν ἀνθεστηκότων. Δέδωκεν ἡμῖν πατεῖν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
