# Expositio in Psalmos 69.1196

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1196

ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἰσήγαγεν δὲ ἡμᾶς καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἧς διεμέμνητο λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. (E f. 159 b) Ἄρτος οὐρανοῦ ὁ τοῦ Θεοῦ Μονογενής· δηλονότι αὐτό ἐστι τὸ μάννα τὸ ἀληθές· ὁ ἄρτος ἐκ τοῦ οὐρανοῦ πάσῃ τῇ λογικῇ κτίσει χορηγούμενος. ΨΑΛΜΟΣ ΟΗʹ. Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; (C f. 171 b, D f. 202, G f. 86, L f. 191) Ὅτι δέχεται Χριστὸς καὶ σφόδρα ἑτοίμως τὰς τῶν ἁγίων πρεσβείας, ἃς ἀντιποιοῖντο πολλάκις ὑπὲρ τῶν πεπλημμεληκότων, συναγωνίζονται γὰρ ὡς ἀδελφοῖς, καὶ μερίζονται τῶν ἐν θλίψει τὸ δάκρυον, καὶ ἰδίας ποιοῦνται τὰς ἑτέρων συμφορὰς, καὶ ὡς αὐτοὶ πάσχοντες δι' ἀγάπην, τῷ φιλαγάθῳ Θεῷ προσπίπτουσι λέγοντες· «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Μὴ μέχρι παντὸς, φησὶν, καὶ ἀκαταλήκτως ἐπαφήσῃς τὴν ὀργὴν τοῖς ἡμαρτηκόσιν. Οὐ πέφυκας εἶναι τοιοῦτος· πλήττει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς ἠμεληκότας τοῦ ζῇν ἐθέλειν ὀρθῶς· ἐπειδὴ δέ ἐστιν πολὺς καὶ ἀπαράβλητος [cod. ἀπαραβόητος] εἰς φιλανθρωπίαν, οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Συστέλλει γὰρ ἀεὶ τὰς ὀργὰς, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ' ἡμῶν ἁμαρτήμασιν ἐπιφέρει τὰς τιμωρίας· καὶ γοῦν διὰ τὸ μέγεθος τῆς ἐνούσης αὐτῷ ἡμερότητος καὶ ἀμνησικακίας, μονονουχὶ καὶ ἐγκαλοῦσίν τινες αὐτῷ ὅτι καὶ ὅλως ὀργίζεται. Καὶ γοῦν ὁ καρτερικώτατος Ἰὼβ αὐτὸ δὴ τοῦτο ποιῶν προσήρχετο λέγων· «Διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας;» Καὶ διὰ τί, λέγω, ἐγκαλεῖς τῷ Δεσπότῃ; Οὐκ ἐγκαλῶ, φησὶν, αἰτῶ δὲ μᾶλλον τὴν αὐτῷ συνήθη καὶ ἔμφυτον ἡμερότητα. Ταῦτα μὲν οὖν ὁ γενναῖος ἀθλητής. Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε, κ.τ.λ. (D f. 202 b, G f. 86 b, L f. 191) Ὠφελοῦσιν ἡμᾶς αἱ τῶν ἁγίων εὐχαί· προσπίπτουσι γὰρ ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ τὴν καθ' ἡμῶν ἐρχομένην ὀργὴν οἱονεί πως ἐφ' ἑτέρους μεθιστῶσι λέγοντες· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Ἆρ' οὖν καθ' ἑτέρων ἁπλῶς καὶ οὐδὲν ἡμαρτηκότων ἐκχεῖσθαι βούλεται τὰ ἐκ τῆς θείας ὀργῆς; Εἶτα πῶς ἂν ἠνέσχετο ὁ Θεὸς προτρέποντος ἀδικεῖν; Ἢ πῶς ἂν ἦν ὅλως ἅγιος ὁ τὴν οὕτω σκληρὰν ποιούμενος προσευχήν; Τί οὖν ἐστιν ὅ φησιν; Ὅτ' ἂν μὲν γὰρ πλημμελῶσί τινες τῶν ὑπὸ Θεῷ γεγονότων, καὶ τὴν ὑπ' αὐτῷ λατρείαν τετιμηκότων, τότε πάντως παιδεύει ἐπιμετρήσας τὴν κίνησιν, καὶ φειδοῖ κεράσας τὰ ἐξ ὀργῆς· ὅτ' ἂν δὲ ὦσί τινες τῶν οὐκ εἰδότων αὐτὸν οἱ διηνεκῶς παροξύνοντες, τότε καὶ ἀχάλινον αὐτοῖς ἐπαφίησι τὸν θυμόν.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
