# Expositio in Psalmos 69.1197

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1197

Ὅτι ἐπτωχεύσαμεν σφόδρα. (C f. 171 b, D f. 202 b, G f. 86 b, L f. 191) Καὶ ποῖος ἆρά ἐστι τῆς καθ' ἡμᾶς νοουμένης πτωχείας ὁ τρόπος, καὶ ποῖον ὅλως ἀποβεβλήκαμεν πλοῦτον, ἀναγκαῖόν ἐστιν ἰδεῖν. Γυμνὴ γέγονεν ἡ ἀνθρώπου φύσις παντὸς ἀγαθοῦ, ἔρημος τῶν ἄνωθεν χαρισμάτων, ἔξω τῆς πρὸς Θεὸν οἰκειότητος. Διά τε τὴν μεσολαβήσασαν ἁμαρτίαν, ἀπεδυσάμεθα τὴν ἀφθαρσίαν, ὠμῷ καὶ ἀνοσίῳ περιπεσόντες λῃστῇ, φημὶ δὴ τῷ Σατανᾷ. Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ' ἐπὶ ἀφθαρσίᾳ ἔκτισε τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Οὐκοῦν ἐπτωχεύσαμεν σφόδρα, ἀλλ' ἐν Χριστῷ πεπλουτήκαμεν, ἀναλαβόντες τὰ ἐν ἀρχῇ. Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. ΨΑΛΜΟΣ ΟΘʹ. [Ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Ἀπὸ τῶν ἐπιφανεστάτων τριῶν φυλῶν ἅπαν τὸ γένος τοῦ Ἰσραὴλ σημαίνει.] Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. (B f. 343 b, C f. 173. E f. 166 b, H f. 316 b) Εἴρηται μὲν γὰρ τὰ τοιαῦτα προφητικῶς. Ἐκβέβηκε δὲ εἰς πέρας, ὡς ἔφην, εἰς ἡμᾶς εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. (B f. 343 b, F f. 131 b, H f. 317, K f. 147) Πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσιν τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ καὶ μόνῳ τὸ τοῦ Θεοῦ καὶ Πατρὸς διαφαίνεται κάλλος. —Ἐπιλάμψαντος ἡμῖν τοῦ προσώπου τοῦ Πατρὸς, τουτέστι τοῦ Υἱοῦ, ἐπεστρέψαμεν πρὸς Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐκ ματαίας ἡμῶν πατροπαραδότου ἀναστροφῆς, καὶ σεσώσμεθα δι' αὐτοῦ. Ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; (E f. 167, F f. 131 b) Οὐκέτι αἰτιᾶται βραδύνοντα, παρακαλεῖ δὲ μᾶλλον ἐπιταχῦναι τὴν χάριν· πλὴν ὁ πάντα γινώσκων Θεὸς οἶδε καὶ τὸν ἑκάστων τῶν πραγμάτων ἐοικότα καιρόν. Ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. [Cod. M f. 142.] Ὀδυρόμενοι καὶ στένοντες μεταλαγχάνομεν τῆς ἀναγκαίας. Τοῦτο δὲ πεποίηκας, ἀντιμετρήσας ταῖς ἁμαρτίαις ἡμῶν τὴν τιμωρίαν. Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. (B f. 344, H f. 317 b) Τέθεινται δὲ υἱοὶ Ἰσραὴλ πρὸς ἀντιλογίαν τοῖς γείτοσιν, καὶ εἰς μυκτηρισμὸν τοῖς ἐχθροῖς, ἆρα τίνα τρόπον; Ἀσθενοῦντες δηλονότι καὶ πεπατημένοι καὶ πεσόντες ὑπὸ πόδας ἐχθρῶν·

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
