# Expositio in Psalmos 69.1200

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1200

οὐ γὰρ ἦν εὐπράττειν δύνασθαι καταλυποῦντας. [pro καταλυπουμένους̣]—Οὐκ ἐγκαλοῦσιν ὡς ἀδικήσαντι, θρηνοῦσι δὲ μᾶλλον ὡς ἔρημον γεγονότα τῆς παρ' αὐτοῦ βοηθείας τὸν Ἰσραήλ. Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, κ.τ.λ. (G f. 88 b, L f. 193) Προπορευόμενος γὰρ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Ῥίζα δὲ τῆς Ἰουδαϊκῆς ἀμπέλου Μωσῆς ἢ Ἰησοῦς. Οὗτοι τὴν γῆν τῆς ἑαυτῶν εὐσεβείας ἐπλήρωσαν· πανταχοῦ γὰρ αὐτῶν αἱ ἀρεταὶ διέβησαν. Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμενε τῇ τροπῇ. Καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύπτουσαν, τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ, τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληφότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην· τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου Δαβὶδ καὶ ἐπὶ τοῦ Σολομῶντος μεμαθήκαμεν γενέσθαι. Ὁ μὲν γὰρ μέγας Δαβὶδ, οὐ μόνον παρὰ τῶν ἀλλοφύλων καὶ Ἰδουμαίων καὶ Ἀμμανιτῶν καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων δασμοὺς ἐκομίζετο. Πρὸς δὲ τὸν Σολομῶντα καὶ Αἰθιόπων ἔδρακεν βασίλισσα· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν δεξαμένους ἐπίγνωσιν. Διὰ πάντων δὲ τὴν προτέραν εὐκαρπίαν ἐδήλωσε τοῦ λαοῦ. Καὶ μονιὸς ἄγριος. (E f. 168. Κυρίλλου καὶ Ἡσυχίου.) Νοήσεις ταῦτα καὶ εἰς τὸν διάβολον. Ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον. [Cod. M f. 143] Παῦσον τὴν ἀποστροφήν· ἐπιμελήθητι τῆς κεχερσωμένης, καθεὶς ἐπ' αὐτῇ τὸν νοητὸν ὑετόν. Περίβαλε, καθάπερ τινὶ φραγμῷ, δυνάμεσι λογικαῖς, καὶ τῇ σαυτοῦ δυνάμει καὶ χάριτι κατάρτισαι, «ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Δεξιὰ δὲ τοῦ Πατρὸς ὁ Υἱός· δι' αὐτοῦ γὰρ, ὡς διὰ χειρὸς, τὰ πάντα ἐργάζεται. Τότε γὰρ ἡ ἐμπεπυρισμένη ἀναβλαστήσει καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρπούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν ἀπολοῦνται. Πρόσωπον δὲ Θεοῦ ὁ Υἱός· εἰκὼν γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. Ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, κ.τ.λ. (F f. 132 b, K f. 148) Ἑτοίμασον δέ πως ἐπὶ Υἱὸν ἀνθρώπου, τουτέστι, χάρισον αὐτοῖς καρδίαν ἀγαθὴν, ὡς καὶ ἐπιγνῶναι καὶ δέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον ἄνθρωπον. Καὶ μετ' ὀλίγα· Ὅτε τοίνυν καταρτίσει, φησὶ, τὴν ἄμπελον ταύτην, καὶ ἑτοιμάσει αὐτῆς τὴν καρδίαν εἰς τὸ παραδέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον Υἱὸν ἀνθρώπου, τότε δὴ πάντως ἡ ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη εἰς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
