# Expositio in Psalmos 69.1201

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1201

ἀχρειότητα καταντήσασα παντελῆ, ἀναβλαστήσει πάλιν καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρπούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν καὶ ἀνασκάψαντες ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Πρόσωπον δὲ πάλιν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. Ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου. (E f. 168 b) Ὁμολογοῦμεν ὡς ἐν τούτοις αὐτὸν ὀνομάζει τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τουτέστι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· ἐπειδὴ γέγονεν ἄνθρωπος, ἀνθρωπίνως καλεῖ τὰ περὶ αὐτοῦ. —Οὗτός ἐστιν ὁ Χριστὸς, οὗτός ἐστιν ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος, καὶ τὴν δι' ἡμᾶς ὑπομείνας κένωσιν, καὶ μεμενηκὼς ὅπερ ἦν. ΨΑΛΜΟΣ Πʹ. Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν. (D f. 206 b) Μέγα τι τοῦτο καὶ ἐξαίρετον, καὶ ἀρκεῖ πρὸς πᾶσαν εὐημερίαν τῷ γε ἅπαξ ἀνδρὶ φιλοθεωτάτῳ. Ἐξεκομίσθη γὰρ ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ, καθ' ἃ γέγραπται, διέφυγε τὰς ἐκεῖσε πλεονεξίας. Καὶ μετ' ὀλίγα. Ταῦτα πάντα παρελάσας ὁ τὴν ᾠδὴν ἀναφέρων διαμέμνηται τῆς ἐν Σινᾷ νομοθεσίας. Ἐκεῖ γὰρ ἤκουσεν ὁ Ἰσραὴλ γλῶσσαν ἣν οὐκ ἔγνω. Ἐκεῖ πρώτη γέγονεν αὐτῷ προφητεία περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ τίνα τρόπον, ἐρῶ. Παρέστησαν μὲν γὰρ ὑπὸ τὸ ὄρος Σινᾶ, καταβεβηκότος ἐπ' αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει πυρός. Εἶτα, καθὼς ἐν τῇ Ἐξόδῳ γέγραπται, ἐλάλησε Κύριος τοὺς λόγους τούτους· «Ἄκουε, Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.» Καὶ μετ' ὀλίγα, εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ὁ λαὸς ἅπας ἑώρακε φωνὴν, καὶ τὰς λαμπάδας τοῦ πυρὸς, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος καπνίζον. Καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς, καὶ ἀπέστησαν μακρόθεν. Καὶ εἶπον τῷ Μωσεῖ λέγοντες· Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Ἀκούεις ὅπως ἀσυνήθους οὐκ ἀνέχονται φωνῆς· Οὐ φέρουσι λαλοῦντα τὸν Θεόν; Καὶ μετ' ὀλίγα, διὰ τοῦτο θαυμάζων φησὶν ὁ Ψαλμῳδὸς περὶ αὐτοῦ· «Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου,» καὶ τὰ ἑξῆς. Ἤκουσε γὰρ νομοθετοῦντος τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἅπαξ ἀφόρητον ἦν τὸ πρᾶγμα αὐτοῖς, ἐξήτουν μεσίτην, λέγοντες τῷ μακαρίῳ Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Εἶτα τί τὸ ἐντεῦθεν; Συνεῖδεν εὐθὺς ὁ Θεὸς καὶ Πατὴρ ὅτι χρῄζομεν τοῦ μεσιτεύοντος. Ἀλλ' οὐκ ἐνεδέχετο Μωσέα, θνητὸν ὄντα καθ' ἡμᾶς, μεσίτην ἀεὶ γενέσθαι Θεοῦ καὶ ἀνθρώπων· διὰ τοῦτο παραχρῆμα τὴν ἐπὶ Χριστῷ προφητείαν ἐποιεῖτο λέγων· «Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
