Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1205
Not analysed yet
Θεοὺς δὲ πάλιν φησὶν τοὺς οὐκ ὅντας μὲν τοῦτο κατὰ ἀλήθειαν, ὠνομασμένους δὲ οὕτω κατὰ χάριν· ὧν καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὖ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Εἰσὶν οὖν ἄρα τινὲς κατὰ χάριν ὠνομασμένοι θεοί. Καὶ γοῦν εἴρηται καὶ πρὸς ἡμᾶς διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Θεὸς οὖν ὑπάρχων ἀληθινὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ποίων ἄρα θεῶν; Τῶν διὰ τῆς ἱερωσύνης ἀξίωμα τῇ τοῦ Θεοῦ κλήσει τετιμημένων. Οὕτω γὰρ αὐτοὺς καὶ ὁ Παῦλος ὀνομάζει λέγων· «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» [Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου. Ἐπειδὴ γὰρ υἱοὶ γεγόναμεν αὐτοῦ, ἅτε τὸν φύσει καὶ ἀληθῆ Υἱὸν λαβόντες εἰς νοῦν διὰ τοῦ ἁγίου Πνεύματος, διὰ τοῦτο καὶ τετιμήμεθα τῇ κλήσει καὶ ὠνομάσθημεν θεοὶ, καίτοι κατὰ φύσιν οὐκ ὄντες τοῦτο, ἀλλὰ τιμῆς ἕνεκα καὶ δόξης. Πλὴν εἰ καὶ λεγόμεθα θεοὶ, ἀλλ' εἷς ἐστι φύσει καὶ ἀληθῶς, καὶ ἐπάνω πάντων· ἡμεῖς δὲ κατὰ μέθεξιν, ὡς ἔφην.] ΨΑΛΜΟΣ ΠΒʹ. [Ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν. Ἰδοὺ ἕτερον εἶδος τῆς πρὸς Θεὸν ἔχθρας ὁ Προφήτης ἐξέθετο. Οἱ γὰρ τῷ λαῷ τοῦ Θεοῦ καὶ τοῖς ἁγίοις ἐχθραίνοντες, πρὸς αὐτὸν ἂν αἱροῦνται πόλεμον· οὗπερ ἐκεῖνοι δοῦλοι καὶ οἰκεῖοι φίλοι τυγχάνουσιν.] [Καὶ τίς κατὰ Θεοῦ βουλεύσασθαί τι ἢ διαθέσθαι ἢ καὶ ὅλως φαντασθῆναι, τοῦ μὴ μόνον ὄψεσιν, ἀλλὰ καὶ λογισμοῖς ἀπροσίτου δυνήσεται; Ἀλλ' ἑαυτῷ τὰ τῶν εἰς αὐτοὺς πεποιθότων λογίζεται· καὶ τούτου χάριν αἱ κατ' ἐκείνων ἐπιβουλαὶ κατ' αὐτοῦ τοῦ Θεοῦ, ὡς πατρὸς τῶν ἐπιβουλευομένων καὶ προστάτου καὶ κηδεμόνος λέγονται. —Τίνες δὲ οἱ τὰς ἐπιβουλὰς ἐργαζόμενοι;] Οἱ μισοῦντές σε ἦραν κεφαλήν. (B f. 349 b, C f. 178 b, F f. 136, G f. 95, H f. 331 b, L f. 196 b) Πάλιν ὡς ἐπὶ ὄφεων καὶ ἀσπίδων φησὶ τὸ «Ἦραν κεφαλήν.» Ὥσπερ γὰρ οἱ ὄφεις δάκνοντες αἴρουσιν ἠρέμα τὴν κεφαλὴν καὶ ἀνακουφίζουσι τῆς γῆς, οὕτω καὶ οἱ μαχόμενοι τῇ δόξῃ Χριστοῦ ἐπαίρουσιν ἠρέμα τὴν κεφαλήν· ἀλλὰ πίπτουσι παραχρῆμα· πλήττονται γὰρ παρ' αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ συντρίβων τὰς κεφαλὰς τῶν δρακόντων. Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, κ. τ. λ. (B f. 549 b, G f. 93 b, H f. 332 b) Ἔθνη δὲ ταῦ-