# Expositio in Psalmos 69.1216

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1216

τοῦ Θεοῦ καὶ Πατρός. «Ἀνεβάλου τὸν Χριστόν σου,» τουτέστιν, ὑπερέθου πληρῶσαι τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ. Πῶς δὲ ὑπερέθετο; Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει· αὕτη γὰρ γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη· ἀλλ' ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε, φησὶ, καὶ ἐσταυρώθη. Οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου· εἰς τὴν γῆν ἐβεβήλωσας τὸ ἁγίασμα αὐτοῦ· ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ. Ὅσον γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη. Ἀλλ' οὐ μεμένηκεν ἐν νεκροῖς, οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ' ἐδοξάσθη μᾶλλον δι' αὐτοῦ. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. (F f. 152, K f. 161) Ἐπειδὴ γὰρ ὅλως Θεὸς ὢν φύσει καὶ Υἱὸς ἀληθινὸς καὶ τῶν δυνάμεων Κύριος ἠνέσχετο παθεῖν, καί τοι μὴ παθεῖν δυνάμενος, εἴπερ ἤθελεν μὴ παθεῖν, σεσίγηκας δὲ καὶ αὐτὸς, ὦ Πάτερ, διὰ τοῦτό φαμεν ὅτι οὐκ ἀντελάβου αὐτοῦ. Πόλεμον δὲ ὀνομάζει τὸν καιρὸν τοῦ τιμίου σταυροῦ, ὅτε κατεστρατεύοντο τῆς δόξης τοῦ Χριστοῦ Ἡρώδης τε καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, καὶ αὐτὸς πάντως ὁ Σατανᾶς. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν. [Cod. M f. 159] Τὸ κατέλυσας, ἀντὶ τοῦ κατήνεγκας· τὸ γὰρ λυόμενον καταφέρεται. Κατήνεγκας τοίνυν ἀπὸ καθαρισμοῦ αὐτοῦ, τουτέστι, ἀπὸ τοῦ πιστεύεσθαι ὅτι καθαρός ἐστιν. Ὑπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη. [Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος, καὶ ἐνόμισαν οἱ σταυρώσαντες ὅτι πεπονθὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· «Καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.»] Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, (K f. 161 b) Ὁρᾷς ὅπως βούλεται μαθεῖν τὴν οἰκονομίαν; «Ἕως πότε, Κύριε;» τουτέστι, μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα; Ἀπέκτειναν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἆρα κείσεται νεκρός; Ἆρα ἀποστρέψει εἰς τέλος, καὶ ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Ἡ ἀποστροφὴ δὲ καὶ ὀργὴ οὐ κατὰ Χριστοῦ· μὴ τοῦτο νόμισον, ἀλλ' ἡ καθ' ἡμῶν· ἡμεῖς γὰρ πολυτρόπως πεπλημμελήκαμεν, τῆς τρυφῆς ἐκπεπτώκαμεν, ὡς ἔν γε τοῖς πρωτοπλάστοις φημί. Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; (F f. 152 b, K f. 161 b) Ἀληθὲς οὖν ὅτι οὐ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων· μαρτυρήσει καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀπεθάνομεν ἐν Ἀδὰμ, ἀλλ' ἐζήσαμεν ἐν Χριστῷ.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
