# Expositio in Psalmos 69.1220

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1220

ἀρτύουσί τινες οἷς ἂν βούλωνται παγίδας καὶ κατασκευάζουσι δόλους· ἢ ἐναργῶς καὶ ὡς ἐν ἡμέρᾳ καὶ ἐμφανῶς. Οὐκοῦν φόβον μὲν ὀνομάζει νυκτερινὸν τὸν ἔτι λανθάνοντα κίνδυνον, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ κρυπτομένην πανουργίαν· βέλος ἐν ἡμέρᾳ πετόμενον, τὴν ὡς ἐν φωτὶ καὶ ἐναργῶς ἐπιβουλήν. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. (B f. 374 b, H f. 395 b) Δαιμόνιον δὲ μεσημβρινὸν ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν ἔσθ' ὅτε. Καὶ μετ' ὀλίγα· Σύμπτωμα τοίνυν πάσχουσί τινες ὅτ' ἂν ὁ νοῦς ὀκλάσῃ πρὸς φιληδονίαν, ὅτ' ἂν ἀτονήσῃ καρδία καὶ κατενεχθῇ πρὸς φιλοσαρκίαν, ὅτ' ἂν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ὀλιγωρήσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς. Ἀλλὰ καὶ τότε σώζει Θεὸς, ἀπαλλάττει γὰρ ἀπὸ συμπτώματος καὶ ἐξ ἀκηδίας, τουτέστι δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. (C f. 374 b, H f. 396 b) Κλῖτος μὲν γάρ φησιν τὸ μέρος τὸ ἀριστερὸν ἤτοι τὸ πλάγιον. Οὐκοῦν καὶ εἰ πολλοί τινες εἶεν, φησὶν, καὶ ἀριθμοῦ κρείττονες οἱ τοῖς σεβομένοις Θεὸν ἐπιβουλεύοντες, ἀλλ' ὄψει πίπτοντας αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, σὲ αὐτὸν δὲ παραδόξως σωζόμενον διὰ τὸν προεστηκότα καὶ προμαχόμενον. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, «Ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ, ἀπὸ γενεῶν εἰς γενεάς.» Οὐ γὰρ πεπαύσεται σώζων τοὺς ἀγαπῶντας αὐτόν. Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. (B f. 375, H f. 397 b) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον ὅτι τοὺς προκειμένους στίχους ἑτέρως νοοῦσί τινες, κακῶς καὶ κεκιβδηλευμένως· ἀναφέρουσι γὰρ αὐτοὺς εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, συνάπτοντες τοὺς στίχους καὶ λέγοντες, Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Καὶ μετ' ὀλίγα· Φασὶ γὰρ αὐτὸν καταφυγὴν ἔχειν τὸν Ὕψιστον, δῆλον δὲ ὅτι τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτοῖς τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκεν τοὺς στίχους· καὶ τοῦτο ἰσώμεθα ἐκ τῶν εὐαγγελικῶν Γραμμάτων. Ὅτε γὰρ ἐπείραζεν αὐτὸν, ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ δὴ καὶ ἔφασκεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω ἐνταῦθα. Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς τὰ περὶ ἡμῶν εἰρημένα καὶ αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως νοοῦμεν ὡς νοεῖν ἔθος τῷ Σατανᾷ Εἰ δὲ οὕτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκολουθοῦσι γὰρ τῷ ἰδίῳ πατρί. Ψεύστης γάρ ἐστιν ὁ Σατανᾶς, καὶ ἡ ἀλήθεια ἐν αὐτῷ οὐχ ἕστηκεν, κατὰ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
