# Expositio in Psalmos 69.1221

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1221

τὴν τοῦ Σωτῆρος φωνήν. Καὶ μετ' ὁλίγα· Εἰ γάρ ἐστι κατ' αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν αὐτὸν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ' ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἔξω τῆς εὐθείας ἔρχεσθε τρίβου, τὴν βασιλικὴν ἀφέντες ὁδὸν, εἰς ἀκάνθας πίπτετε καὶ βόθρους, τῆς ἀληθείας ἐκπεπτώκατε. Ἴσος καὶ ὅμοιος κατὰ πάντα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, εἰκὼν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, Ὕψιστός ἐστι καθ' ἃ ὁ Πατήρ. Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. (B f. 275 b, H f. 598) Τὸ σκήνωμα παρὰ τῇ θεοπνεύστῳ Γραφῇ οὐ πάντως τὸ σῶμα δηλοῖ, ἀλλ' ἢ πόλιν, ἢ χώραν, ἢ οἶκον. Πιστώσεται δὲ τοῦτο λέγων ὁ μακάριος Δαβίδ· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. (B f. 375 b, H f. 398 b) Τούτοις ἐχρήσατο τοῖς στίχοις ὁ Σατανᾶς, ὡς ἐπ' ἀνθρώπου κοινοῦ τὰ τοιαῦτα λέγων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν· ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ. Ἠγνόησε δὲ πρὸς τούτῳ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος. Ἀλλ' ὁ μὲν Σατανᾶς, ὡς ἔφην, ὡς ἐπὶ ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ' ἑνὸς τῶν ἁγίων προφητῶν, εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν. Ἔστι δὲ τῶν ἀτοπωτάτων ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστιν, καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι' ἡμᾶς καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου·» αὐτὸς γάρ ἐστιν ὁ Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰσχύουσα τοῦ Πατρὸς δεξιά. Ἔδει τοίνυν ἐφ' ἑκάστου τῶν γνησίων προσκυνητῶν νοεῖσθαί τε καὶ λέγεσθαι παρὰ τοῦ Πατρός· «Τὸν Ὕψιστον ἔθου καταφυγήν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
