# Expositio in Psalmos 69.1224

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1224

σου· οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» Ἀσφαλίζεται γὰρ ὁ Ὕψιστος, τουτέστι Χριστὸς, τοὺς ἐπ' αὐτῷ πεποιθότας, καὶ τοὺς προσιόντας αὐτῷ μετὰ πίστεως. Ἐπὶ χειρῶν ἀροῦσί σε, κ.τ.λ. (B f. 376, H f. 399) Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅτ' ἂν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μὴ ἄρα πως ἀδικηθῇ, τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως τὴν διάνοιαν ἔχοντας, οὐκ ἐῶσι πονεῖν ὑπὲρ δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ, μὴ ἄρα πως ὀλιγωρήσαντες, ὑπὸ πόδας γένωνται τοῦ Σατανᾶ, καὶ ἀπαγορεύσωσι τὸ βουλεύεσθαι δουλεύειν Θεῷ. Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. (B f. 376, H f. 399) Καὶ μὴν αὐτὸν καταπεπάτηκεν ὁ Χριστὸς, καὶ εἰς ἔτι καὶ νῦν καταπατεῖ, διδοὺς τοῖς αὐτοῦ μαθηταῖς ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. (B f. 376, H f. 399 b) Λέων μὲν οὖν καὶ δράκων καὶ βασιλίσκος νοηθείη ἂν αὐτός τε ὁ Σατανᾶς, καὶ οἱ συναποστάντες αὐτῷ ἄγγελοι πονηροὶ, οἱ τὴν ἑαυτῶν ἀρχὴν μὴ τηρήσαντες, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ἀσπὶς καὶ βασιλίσκος νοηθεῖεν ἂν λέων τε καὶ δράκων καὶ οἱ τοῖς ἐκείνου θελήμασιν ὑπηρετεῖν εἰωθότες, καὶ τῆς ἐνούσης αὐτῷ δυστροπίας μιμηταὶ, οἱ πικροὶ καὶ δεινοὶ καὶ παγχάλεποι, οἱ τῶν ἀγρίων θηρῶν οὐδὲν διαφέροντες, ἀπομιμούμενοι δὲ καὶ τὴν τῶν ἰοβόλων πικρίαν. Καὶ, εἰ βούλει, δέχου ὄφεις τε καὶ βασιλίσκους τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετάς. Ὅτι ἔγνω τὸ ὄνομά μου. (B f. 376 b, H f. 400 b) Τίς ἄρα ἐστὶν ὁ γινώσκων τὸ ὄνομα αὐτοῦ; Ὁ αὐτῷ καὶ μόνῳ λατρεύων, καὶ μόνῳ προσκυνῶν αὐτῷ, καὶ ἐπ' αὐτῷ Θεὸν ἕτερον οὐκ εἰδώς· ὁ ἐκ καθαροῦ συνειδότος λατρεύων αὐτῷ, καὶ εἰς ἅπαν ἀπηλλαγμένος τῶν τῆς εἰδωλολατρείας αἰτιαμάτων· ὁ ὑποτιθεὶς εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα· ὁ τοῖς αὐτοῦ δουλεύων θελήμασιν· οὗτος εἶδεν τὸ ὄνομα αὐτοῦ. Ὄνομα δὲ ὅτ' ἂν ἀκούσῃς, τὴν δόξαν νόει. Γέγραπται γὰρ ὅτι «Κρεῖττον ὄνομα καλὸν, ἢ πλοῦτος πολὺς,» τουτέστι δόξα. Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν. (B f. 376 B, H f. 401) Καὶ τίνα τοῦτον ἐμπλήσειν ἐπαγγέλλεται τῇ τῶν ἡμερῶν μακρότητι; Ἀναδράμωμεν ἐπὶ τὴν ἀρχὴν τῆς ὅλης ᾠδῆς. Ἔφη τοίνυν· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Εἴ τις τοίνυν ἐστὶν ὑπὸ τὴν βοήθειαν τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ τοῦ οὐρανοῦ, οὗτος ἐμπλησθήσεται

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
