# Expositio in Psalmos 69.1225

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1225

τῇ μακρότητι τῶν ἡμερῶν, ὄψεται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ, τουτέστι τὴν σωτηρίαν τὴν διὰ Χριστοῦ. Ἐπαγγέλλεται τοίνυν τοῖς ἀγαπῶσιν αὐτὸν τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, τὴν μακαρίαν καὶ ἀπονωτάτην, καὶ ἄμωμον, καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. ΨΑΛΜΟΣ ϟΑʹ. [Ψαλμὸς ᾠδῆς. (B f. 377, H. f. 402 b. Corderio Diodori.) Ἔστι τῆς ᾠδῆς ὅλος ὁ σκοπὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· εἰκὼν δὲ ὥσπερ ἐστὶ τὸ Σάββατον τῆς ἐν Χριστῷ ζωῆς, καὶ τῆς εὐαγγελικῆς πολιτείας, ἣν αὐτὸς ἡμῖν κεκαινοτόμηκεν ὁ Σωτὴρ, μεταβαλὼν τὰς τοῦ νόμου σκιὰς εἰς τὴν πνευματικὴν λατρείαν.] [Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. (B f. 377, H f. 402 b. Cord. Athanasii.) Ἡ ἐξομολόγησις ὕμνος ἐστὶ μετ' εὐχαριστίας εἰς δόξαν Θεοῦ συγκείμενος. Ὀφείλομεν δὲ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τὰς ὑπὲρ ὧν εὖ πεπόνθαμεν εὐχαριστίας· εὐηργετήθημεν δὲ παρ' αὐτοῦ πολυτρόπως. Θεὸς γὰρ ὢν, Κύριος ἐπέφανεν ἡμῖν, δόξῃ θεοπρεπεῖ περιαστράπτων τὰ σύμπαντα, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα δωρούμενος.] [Τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. (B f. 377 b, H f. 403 b. Cord. Anonymi.) Μὴ ὑπολάβῃς ὅτι διΐστησιν ἐν τούτοις ὁ Ψάλλων τὴν τῆς ᾠδῆς δύναμιν, ὡς χρῆναι μὲν τῷ πρωῒ τὸ ἔλεος ἀναγγεῖλαι, τὴν δὲ ἀλήθειαν κατὰ νύκτα. Οὐ τοῦτό φησιν· ἀναγνωσόμεθα δὲ οὕτως τὸν στίχον· «Τοῦ ἀναγγέλλειν τῷ πρωῒ καὶ κατὰ νύκτα, τουτέστιν ἐν ἡμέρᾳ καὶ νυκτὶ, τὸ ἕλεος καὶ τὴν ἀλήθειαν.» Τὸ δὲ ἀναγγέλλειν τὸ Ἀνακηρύττειν ἐστιν· ὅ ἐστι δοξολογεῖν Καὶ τί τὸ ἀναγγελλόμενον; Τὸ ἔλεος καὶ ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι Χριστός· ἐλεήθημεν γὰρ ἐν αὐτῷ, ἐδικαιώθημεν ἐν πίστει, ἡγιάσθημεν διὰ τοῦ Πνεύματος, ἐλυτρώθημεν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, εἰς υἱοὺς τετάγμεθα, κληρονόμοι γεγόναμεν τῆς τῶν οὐρανῶν βασιλείας. Ἠλέησε τοίνυν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· ἐδίδαξε δὲ ἡμᾶς δι' αὐτοῦ τὴν ἀλήθειαν, τουτέστι τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν.] [Ἐν τῷ ποιήματί σου. (B f. 377 b, H f. 404 b. Corderio Anonymi.) Ποίημα δὲ τὸ κάλλιστον, ἤγουν κατόρθωμα τῆς βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἔργον τῆς αὐτοῦ χειρὸς, τῆς ἐφ' ἡμῖν οἰκονομίας ἡ δύναμις, ὡς αὐτὸς ἐδίδαξεν ἡμᾶς ὁ Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.»]

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
