Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1228
Not analysed yet
Ἀσύνετος οὐ συνήσει ταῦτα. (B f. 378, H f. 405.) Οὐ γὰρ πάντων ἐστὶν ἁπλῶς τὸ συνιέναι δύνασθαι τὸ οὕτω βαθὺ καὶ σεπτὸν μυστήριον τοῦ Χριστοῦ· ἐκείνων δὲ μᾶλλον οἷς ἂν αὐτὸς ὁ Πατὴρ ἀποκαλύψειεν. [Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλούς. (B f. 378, H f. 405. Cord. Anonymi.) Ἀνέτειλαν γοῦν, φησὶν, ὡς χόρτος, ἤγουν ὡς ἐν ἀγρῷ βοτάνη· βραχὺ δὲ ὥσπερ ἀνθήσαντες μετὰ τοῦτο διέκυψαν· τουτέστι κατεκάμφθησαν καὶ ἐταπεινώθησαν, καὶ εἰς παντελῆ κατέβησαν ὄλεθρον, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν κατὰ Χριστοῦ.] [Σὺ δὲ Ὕψιστος, κ. τ. λ. (B f. 378 b. H f. 405 b Cord. Anonymi) Ὕψιστος γάρ ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ εἰ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ σμικροπρεπὲς, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν, καὶ ὑψώσῃ τὸ ταπεινὸν, καὶ τιμήσῃ τὸ ἠτιμωμένον, ἵνα τῇ τῆς υἱοθεσίας χάριτι καταλαμπρύνῃ τὸν δοῦλον· «Συνεπτώχευσε γὰρ ἡμῖν, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ὕψιστος τοίνυν ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ γέγονεν ἄνθρωπος· οὐ γὰρ ἀπέστη τοῦ εἶναι Θεὸς, ἀλλὰ μεμένηκεν ὅπερ ἦν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, Ὕψιστος ἐν ὑψηλοῖς διαμένεις, τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐκ ἀλλοιούμενος, ἀλλ' εἰς ἄπειρον ἑαυτοῦ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ, καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως, ἄλλοτε ἄλλοθεν φερόμεθα καὶ μεταβαλλόμεθα.] [Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος. (B f. 378 b, H f. 406. Cord. Diodori.) Τὸν μονοκέρωτά φασι ζῶον εἶναι ᾧ κέρας ἐπὶ τοῦ μετώπου ἐγήγερται, ὑψηλόν τε καὶ ἄθραυστον· ᾧ κεχρημένον πρὸς τὰ ἕτερα τῶν ζώων, ἀεὶ νικᾷ καὶ περιγίνεται· καὶ ἔστιν ἰσχυρὸν καὶ δυσάντητον. Τούτῳ τῷ μονοκέρωτι παρεικάζει τὸν νέον λαὸν ἡ θεία Γραφή. Νέον δὲ ὅταν εἴπω λαὸν, τοὺς διὰ πίστεως νόει, οἳ πάντα νενικήκασι τὰ ἔθνη.] [Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. (H f. 407. Cord. Theodori.) Τὸ ἐπεῖδεν ἐστὶ τὸ ἰδεῖν πεπτωκότας ἐχθροὺς ἀτονήσαντας τοὺς δι' ἐναντίας. Οὗτοι δέ εἰσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι καὶ τῇ τοῦ Θεοῦ δόξῃ, τὸ ἑαυτῶν ὁπλίζοντες θράσος. Τοιοῦτοί τινες ἦσαν οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι· οὐ διαλελοίπασι γὰρ ἐπιπηδῶντες Χριστῷ, καὶ ἀνοσίως αὐτοῦ τῇ δόξῃ μαχόμενοι.] [Δίκαιος ὡς φοῖνιξ ἀνθήσει. (B f. 379, H f. 407 b. Cord. Diodori.) Φοίνιξι δὲ καὶ κέδροις τοὺς ἐν Χριστῷ δεδικαιωμένους παρεικάζειν ἀξιοῖ τὸ Γράμμα τὸ ἱερόν. Φυτὸν γάρ ἐστιν ὁ φοῖνιξ ἀειθαλὲς, εὔριζόν τε καὶ ὑψηλὸν, καὶ εὐκάρδιον, εὐώδη καὶ γλυκὺν ἔχον τὸν καρπόν. Τοιοῦτοι