# Expositio in Psalmos 69.1229

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1229

δὲ πάντες οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχοντες· ἑστήκασι γὰρ ἑδραῖοι καὶ ἀκατάσειστοι, λευκὴν ἔχοντες τὴν καρδίαν. Οὕτω που καὶ ὁ Ψάλλων φησί· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.»] [Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι. (H f. 409. Cord. theodori.) Οὐκ ἔσται, φησὶν, αὐτῶν ἡ εὐθηνία πρόσκαιρος, μήποτε τοῦτό τις περὶ τῶν ἐθνῶν διὰ τὸ ἐξανθῆσαι στοχάσηται, ἀλλ' ἐν γήρει λιπαρῷ πληθύνονται καὶ προκόπτουσι· τοῦ γὰρ χρόνου προϊόντος πληθύνεται τῶν ἐθνῶν ἡ εὐσέβεια.] Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. (B f. 379 b, H f. 408 b.) Οἶκον δὲ Κυρίου καὶ αὐλὰς τὰς ἁγίας Ἐκκλησίας εἶναί φησιν, ἐν αἷς οἱ πεφυτευμένοι διὰ τῆς πίστεως καρποφοροῦσιν ἐν ὑπομονῇ. Ἐξανθοῦσι δηλαδὴ ἐν ταῖς ἀνὰ μέρος Ἐκκλησίαις. Οἶκον γὰρ Θεοῦ περιεκτικῶς τὴν καθόλου Ἐκκλησίαν προσηγόρευσεν. ΨΑΛΜΟΣ ϟΒʹ. [Ὁ Κύριος ἐβασίλευσεν. (H f. 409 b. Cord. Theodori.) Ὁ γὰρ μεθ' ἡμῶν ἄνθρωπος πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα, τότε τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐτῷ περιεζώσατο δύναμιν· κεκάθικε γὰρ βασιλεύων μετὰ τοῦ Πατρός.] [(B f. 380, H f. 410. Cord. Theodoreti et Anonymi.) Καίτοι γὰρ καθ' ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ ὡς εἷς ἐξ ἡμῶν ὁρώμενος ἐπὶ τῆς γῆς, θεοπρεπεστάτην δύναμιν ἐνεδύσατο· καὶ πεφόρηκεν ἐξουσίαν ἣν ἔχει καὶ αὐτὸς ὁ Πατήρ· κατήργηκε γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δυνάμει δηλονότι θεοπρεπεστάτῃ χρώμενος. Ἐπλάσθη δὲ τὸ σχῆμα τοῦ λόγου ὡς ἐπὶ βασιλέως μέλλοντος πολεμίοις συμβάλλειν, καὶ τὴν τοῦ πολέμου σκευὴν περιτιθεμένου. «Ἐνεδύσατο, φησὶ, δύναμιν.» Πεπολέμηκε γὰρ ὑπὲρ ἡμῶν· κατήργηκε δὲ διὰ τοῦ σταυροῦ ἀρχὰς καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· καὶ τεθριάμβευκε θρόνους καὶ ἐξουσίας· παρέστησε δὲ ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ταύτην ἐνεδύσατο τὴν δύναμιν. Ἐνεδύσατο δὲ πρὸς τούτοις καὶ εὐπρέπειαν· καὶ τίνα τρόπον; Καίτοι γενόμενος ἄνθρωπος καθ' ἡμᾶς· τουτέστιν, ἔδειξεν ἡμῖν ἐν ἑαυτῷ τὸ τῆς θεότητος κάλλος. Εἴδομεν γὰρ αὐτὸν καὶ ἐν ἀνθρωπότητι Θεόν.] Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. (B f. 380 b, H f. 411, 412.) Μέγα γάρ τοι καὶ ἐξαίσιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καθ' ἃ γέγραπται, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους· ὧν αἱ φωναὶ, τουτέστιν αἱ διδασκαλίαι, γεγόνασι γνώριμοι τοῖς ἁπανταχοῦ. (B f. 380. H. f. 411 b. Cord. Anonymi.) [Βασιλεύ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
