Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1232
Not analysed yet
σαντος γὰρ τοῦ Κυρίου, καὶ περιζωσαμένου δύναμιν, ἐνδυσαμένου τε εὐπρέπειαν, τότε καὶ «ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ποταμῷ μὲν γὰρ καὶ πηγῇ καὶ χειμάῤῥῳ παρεικάζει πολλάκις τὸ Γράμμα τὸ ἱερὸν τὸν τοῦ Θεοῦ Λόγον. Καὶ γοῦν ἔφη που ψάλλων ὁ Δαβίδ· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Πρόεισι γὰρ ὡς ποταμὸς ἐκ πηγῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθεὶς Θεὸς Λόγος.] (B f. 381, H f. 412. Cord. Athanasii.) [Οὐ γὰρ σεσιγήκασιν οἱ μακάριοι μαθηταὶ, ἐπῆραν δὲ μᾶλλον τὰς ἑαυτῶν φωνάς· τουτέστι, διεκήρυξαν εἰς ἅπασαν γῆν τοῦ Χριστοῦ μυστήριον.] Ἀπὸ φωνῶν ὑδάτων πολλῶν. (B f. 381 b, H f. 413 b.) Ὥσπερ γὰρ, φησὶν, ἀπὸ πολλῶν ὑδάτων, καὶ ὡς ἐκ τῆς τῶν κυμάτων ἠχῆς οἱ τῆς θαλάσσης μετεωρισμοὶ, τουτέστιν εἰς ὕψος ἤγουν εἰς μετέωρον αἰρομένη φωνὴ θαυμάζεται, οὕτω καὶ ἡ δοξολογία τῶν ἐθνῶν· ὑμνοῦσι γὰρ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. [Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. (B f. 381 b, H f. 413 Cord. Athanasii.) Εἰ γὰρ καὶ «γέγονε σὰρξ ὁ Λόγος,» κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ πεφόρηκεν δούλου μορφὴν, καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν· ἀλλὰ μὴν καὶ οὕτως ἐν ὑψώμασι τοῖς θεοπρεπέσι καὶ ἐν τῇ τοῦ δούλου μορφῇ Δεσπότης ἐστίν.] ΨΑΛΜΟΣ ϟΓʹ. [Ἕως πότε ἁμαρτωλοὶ, Κύριε; (B f. 382 b, H f. 415. Cord. Athanasii.) Καὶ τίνες οὗτοί εἰσιν; οἱ Γραμματεῖς δηλονότι καὶ Φαρισαῖοι, οἱ τολμῶντες ἐξουδενῶσαι Χριστόν.] [Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. (B f. 382 b, H f. 416. Cord. Anonymi.) Ἐκάκωσαν γὰρ ἀληθῶς τὸν τοῦ Θεοῦ κλῆρον· οὐ γὰρ συνεχωρήκασι αὐτοῖς ἐπιγνῶναι Χριστὸν, οὐδὲ τῶν διὰ πίστεως μετασχεῖν ἀγαθῶν. Ὅταν δὲ ποιμὴν ἐπιβουλεύσῃ προβάτοις, καὶ ὁ τῆς ἀγέλης ἡγούμενος οὐδένα ποιῆται τὸν λόγον τῶν ποιμνίων, τότε καλεῖται πρὸς δικαίας ὀργὰς ὁ τῆς ἀγέλης Δεσπότης. Τοῦτο πεπονθότας Ἰουδαίους εὑρήσομεν ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς.] (B f. 383, H f. 416. Cord. Alterius.) [Διττὸν αὐτοῖς ὁ λόγος ἐπιφέρει τὸ αἰτίαμα. Οὐ γὰρ ἀδικοῦσι μόνον τοὺς ἀσθενεστέρους, καὶ οὓς ἧν εἰκὸς ἐλεεῖσθαι μᾶλλον, τούτοις ἀφορήτοις περιβάλλουσι συμφοραῖς (τοῦτο γὰρ δηλοῖ τὸ ἀπέκτειναν), ἀλλὰ καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω βλασφημοῦσι φύσιν, οὔτε ἐφορᾷν αὐτὴν λέγοντες τὰ ἀνθρώπινα, οὔτε μὴν ἐπισκέπτεσθαι τὰ καθ' ἡμᾶς. Ἑλλήνων ἐστὶ τῶν ἀθέων ἡ τοιαύτη δόξα, τῶν μήτε εἰδότων τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, μήτε νοεῖν ἀνεχομένων ὅτι τοῖς αὐτοῦ νεύμασι διοικεῖται τὰ πάντα. Ἀλλὰ νενοσήκασί τινες τῶν ἐξ Ἰσραὴλ τὴν τοιαύτην ἀπόνοιαν.] [Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος. Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ. (B f. 383, H f. 416 b) Ὁ ἔλεγχος ἐν τούτοις τὴν