# Expositio in Psalmos 69.1236

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1236

Ἀφ' ἡμερῶν πονηρῶν. (B f. 383, H f. 417 b.) Ἡμέραι γὰρ ὅντως ἀποφράδες καὶ πονηραὶ τοῖς ἀποτμηθεῖσιν ὁλοτελῶς. καὶ εἰς κόλασιν τῆς διὰ πυρὸς κατοιχήσεσθαι μέλλουσιν, αἱ τῆς ἀδεκάστου κρίσεως. [Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. (B f. 383, H f. 417 b. Cord. Alterius.) Τοῖς φιλαμαρτήμοσι δὲ ὁ βόθρος ὀρυγήσεται· καταπεμφθήσονται γὰρ εἰς ᾅδου, ὡς κολασθησόμενοι σὺν τῷ Σατανᾷ.] [Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαόν. (H f. 417 b. Cord. Anonymi.) Οὐ γὰρ μέχρι παντὸς συγκεχώρηκεν ἡμᾶς τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βόθροις, ἀλλ' ἐξείλετο καὶ σέσωκεν ἀμνησικάκῳ χάριτι δικαιώσας τοὺς ἀσεβεῖς, καὶ ῥύπου παντὸς ἀπαλλάξας τοὺς μεμολυσμένους.] (B f. 383 b, H f. 418) Ἀπεδήμησε γὰρ ἀφ' ἡμῶν τό γε ἧκον εἰπεῖν εἰς τὴν σάρκα, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνελθὼν ἐν τοῖς οὐρανοῖς καὶ καθίσας ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ Θεός ἐστι τὰ πάντα πληρῶν, καὶ μεστὸς μὲν ἔστιν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ καὶ ἡ σύμπασα γῆ, διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ νῦν ἐστι μεθ' ἡμῶν, καὶ δι' αὐτοῦ κερδαίνομεν τὸ δύνασθαι νικᾷν τὰς μεθοδείας τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῶν ἐμφύτων ἡδονῶν τὴν ἔφοδον. Καὶ μετ' ὀλίγα. Ἆρ' οὖν ἐπειδήπερ ἡμεῖς μὲν ἐν τῷ κόσμῳ μεμενήκαμεν, αὐτὸς δὲ ἀνέβη πρὸς τὸν Πατέρα, ἀπέστη τῶν ἀγαπώντων αὐτόν; Οὐδαμῶς· αὐτὸς γὰρ ἡμᾶς πεπληροφόρηκεν εἰπών· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλὰ ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν γὰρ πρὸς ἡμᾶς, ἀποστείλας ἡμῖν ἀνθ' ἑαυτοῦ καὶ ὡς ἑαυτὸν τὸν Παράκλητον, τουτέστι τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, ἴδιον δὲ ὑπάρχον καὶ αὐτοῦ τοῦ Υἱοῦ. [Ἕως οὗ δικαιοσύνη ἐπιστρέφῃ εἰς κρίσιν. (B f. 383 b. H f. 418 b. Cord. Athanasii.) Δικαιοσύνην μὲν ὀνομάζει Χριστόν· ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν· ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἀλλ' ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι.] (B f. 383 b, H f. 418 b.) Δικαιοσύνη ἐστὶν αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Οὕτω γὰρ αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν ἁγίων προφητῶν ὀνομάζει λέγων· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.» Καὶ μετ' ὀλίγα· Ἐπιστρέψει εἰς κρίσιν, τουτέστιν ἐξ οὐρανοῦ παραγενήσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Τότε γὰρ, φησὶν, «ὅταν ἡ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, ἐχόμενοι αὐτῆς ἔσονται,» τουτέστιν ἐγγὺς καὶ περὶ αὐτὴν, ἤτοι σὺν αὐτῇ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ δίκαιοι.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
