# Expositio in Psalmos 69.1237

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1237

[Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; (B f. 384, H f. 419. Cord. Anonymi.) Μαχομένῳ μοι, φησὶ, κατὰ τῶν πονηρευομένων τίς συναντιστήσεται; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν; Καὶ οὐκ ἀγνοούντων ἐστὶν ἡ φωνὴ, ἀλλ' εὖ εἰδότων καὶ πεπιστευκότων ὅτι πάντη τε καὶ πάντως συμπαραστάτην ἔξουσι Χριστὸν, καὶ αὐτὸς αὐτοὺς ἐξελεῖται, καὶ κρείττονας ἀποφανεῖ τῆς τῶν ἐχθρῶν δυστροπίας.] [Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. (B f. 384, H f. 419. Cord. Anonymi.) Πόδα δέ φησιν ἐν τούτοις οὐ τὸν τοῦ σώματος (μὴ γὰρ τοῦτο ὑπολάβῃς), ἀλλὰ τὴν τῆς διανοίας ῥοπὴν, καὶ τῆς ψυχῆς τὴν θέλησιν, ἀφ' ἧς ἐφ' ἕκαστον τῶν πρακτικῶν ἐρχόμεθα. Ἕκαστος γὰρ ἡμῶν πεπίστευται τῆς ἑαυτοῦ διανοίας τὸ πηδάλιον. Οὐκοῦν ὁ μὲν τῆς ἁγνείας ἐραστὴς, καὶ τὴν θεοφιλεστάτην ἐγκράτειαν ἀσκῶν ὑποσαλεύεται, πολλάκις καταστρέφοντος τοῦ Σατανᾶ, προσηκόντως, πρὸς ἐκτόπους ἡδονάς· πλὴν ἐπαμύνει καὶ σώζει ὁ Θεός.] Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. (B f. 384, H f. 419 b.) Παρακαλεῖ Θεὸς τοὺς κάμνοντας ὑπὲρ ἀρετῆς, τοὺς πονοῦντας δι' εὐσέβειαν, τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρέσκουσαν αὐτῷ πολιτείαν, τοὺς κατανεκροῦντας τὸ κίνημα τῆς σαρκὸς, καὶ μαχομένους τοῖς ἰδίοις θελήμασιν, ἕως ἂν τὸ σπουδαζόμενον κατορθώσωσιν. Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας; (B f. 384, H f. 420.) Ἀνομίαν μὲν ὀνομάζει τὸν Σατανᾶν· ἀνομίας γάρ ἐστι καὶ ἁμαρτίας εὑρετὴς καὶ διδάσκαλος· ὁ δὲ θρόνος σημαίνει τὴν ἀρχὴν, ἤτοι τὴν ἐξουσίαν. Ἆρ' οὖν, ὦ Δέσποτα, φησὶν, ἔστι τις οὕτως ἀμαθὴς καὶ ἀσύνετος, ὡς οἰηθῆναι καὶ κατὰ νοῦν λαβεῖν, ὅτι τῆς σῆς βασιλείας κοινωνός ἐστιν ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ἡ τοῦ διαβόλου τυραννὶς καὶ ἀρχή; Μὴ γένοιτο, φησίν· μόνος γὰρ εἶ Θεὸς καὶ τῶν δυνάμεων Κύριος, καὶ κατάρχεις τῶν ὅλων μετὰ τοῦ ἰδίου Πατρός. (B f. 384 b, H 421. Cord. Anonymi.) [Ἐπὶ γὰρ παντὶ θείῳ προστάγματι πλάσσει κόπον ὁ Σατανᾶς· οὐ γὰρ ἐᾷ τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρετὴν εὐκόλως τοῦτο δύνασθαι δρᾷν, ἐπιβουλεύει δὲ καὶ ἐπιπηδᾷ, καὶ εἰς τοὺς τῆς ἀνομίας βόθρους κατασύρειν ἐπιχειρεῖ τοὺς ἐθέλοντας τὴν εὐαγῆ καὶ ἐννομωτάτην κατορθῶσαι ζωήν. «Πλάττει τοίνυν κόπον ἐπὶ προστάγματι,» μαχόμενος δηλονότι ταῖς θείαις ἐντολαῖς, καὶ οὐκ ἐῶν τοὺς ἀγαθοὺς ἄνδρας κατορθοῦν αὐτάς. Ἀποτραχύνει δὲ μᾶλλον τῆς εὐσεβείας τὴν ὀδὸν, λειοτάτην οὖσαν καὶ εὐτροχωτάτην τοῖς ἐθέλουσι βαδίζειν αὐτήν.] Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου. (B f. 385, H f. 421. Cord. Anonymi.) [Ἐπιβου-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
